Billeder på siden
PDF
ePub

10

5

5

σωρὸν παρεῖχες ῥημάτων μεμναμένοι

τελεῖν ἐπίχειρα.

πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα.
μεγάλα χάρις αὐτῶν.

IX. (ΧΧΙ.)

Ὁ μουσοποιὸς ἐνθάδ ̓ Ἱππῶναξ κεῖται.
κεὶ μὲν πονηρός, μὴ προσέρχευ τῷ τύμβῳ·
εἰ δ ̓ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,

θαρσέων καθίζευ, κἂν θέλῃς ἀπόβριξον.

Dubia et Spuria.

Χ. (II.)

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
νεβρίδα, τὰν πήραν, ᾧ ποκ ̓ ἐμαλοφόρει.

XI. (III.)

Εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακός
ἀμπαύων· στάλικες δ ̓ ἀρτιπαγεῖς ἀν ̓ ὄρη.
ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
κισσὸν ἐφ ̓ ἱμερτῷ κρατὶ καθαπτόμενος,
ἄντρου ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
φεῦγε μεθεὶς ὕπνου κῶμα καὶ ἀγρεμόνας.

XII. (VI.)

Α δείλαιε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ ̓ ἐς ̔́Αιδαν·
τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τηνας
ὄστιον οὐδὲ τέφρα λείπεται οἰχομένας;

10

5

5 5

5

XIII. (V.)

Λῆς ποτὶ τῶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
ἁδύ τί μοι; κἠγὼ πακτίδ ̓ ἀειράμενος

ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ

Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος. ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

XIV. (XXII.)

̓́Αλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ ̓ ἔγραψα,
εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,
υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης·
Μοῦσαν δ ̓ ὀθνείην οὔτιν ̓ ἐφελκυσάμην.

XV.

̓Αστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἦδε τράπεζα·
θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.
ἄλλός τις πρόφασιν λεγέτω· τὰ δ ̓ ὀθνεῖα Καϊκος
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.

XVI.

̓Αρχαϊ ̓ ἐν τοῦ ̓Απόλλωνος τἀνθήματα ταῦτα
ὑπῆρχεν· βάσις δὲ τοῖς μὲν εἴκοσι,

τοῖς δ ̓ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα,

τοῖς δὲ διηκοσίοισι νεωτέρη ἡδ ̓ ἐνιαυτοῖς·
τοσσόσδε γάρ μιν ἐξέβη μετρούμενος

[blocks in formation]

Τήναν τὰν λαύραν τᾷ θ ̓ αἱ δρύες αἰπόλε κάμψας
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
ιρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι

παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.

5

5

[ocr errors][merged small][merged small]

σακὸς δ ̓ εὐίερος περιδέδρομεν, ἀέναον δέ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
ξουθαὶ δ ̓ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
ἕξεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ

5

10

εὔχε ̓ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἣν δ ̓ ἄρα νεύσῃ, 15 τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν. ἀΐοι δ ̓ εὐμενέως ὁ θεός.

XVIII. (XV.)

Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλός ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρ ̓ ἔχει.

χαιρέτω οὗτος ὁ τύμβος“ ἐρεῖς „ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.“

XIX. (XIV.)

Νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός
Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
σοὶ μὲν ἕδρα θείοισι μετ ̓ ἀνδράσι· τὸν δὲ πολῖται
τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

XX. (VIII.)

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ ̓ ἐφίεται Ὄρθων·
χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχον πόρον, ἀντὶ δὲ πολλᾶς
πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

[ocr errors][merged small][merged small]

XXI. (XI.)
Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων σοφιστής,
δεινὸς ἀπ ̓ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,
χώὑμνοθέτης ἐν τοῖς δαιμονίως φίλος ὤν.
πάντων, ὧν ἐπέοικεν ἔχειν τεθνεῶθ ̓, ὁ σοφιστής
καίπερ ἄκικυς ἐὼν εἶχ ̓ ἄρα κηδεμόνας.

XXII.

Ἡ παῖς ᾤχετ ̓ ἄωρος ἐν ἑβδόμῳ ἦδ ̓ ἐνιαυτῷ
εἰς ̓Αΐδην πολλοῖς ἡλικίης προτέρη,
δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,
νήπιον ἀστόργου γευσάμενον θανάτου.
αἰαῖ ἐλεινὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ

ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.

XXIII. (XVIII.)

Ὁ μικκὸς τόδ ̓ ἔτευξε τᾷ Θραΐσσᾳ
Μήδειος τὸ μνᾶμ ̓ ἐπὶ τῷ ὁδῷ κἠπέγραψε Κλείτας.
ἑξεῖ τὰν χάριν ἁδὺν ἀντὶ τήνων,

ὧν τὸν κοῦρον ἔθρεψ ̓· ἔτι μάν, ὅτι χρησίμα καλείται.

XXIV. (XIX.)

̓Αρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητάν
τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος

διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.

ἦρά νιν αἱ Μοῦσαι καὶ ὁ Δάλιος ἠγάπευν ̓Απόλλων,

ὡς ἐμμελής τ ̓ ἐγένετο κήπιδέξιος

ἔπεά τε ποιεῖν πρὸς λύραν τ ̓ ἀείδειν.

XXV.

Αὐδήσαις τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ ̓ αὐτῷ.
Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.

5

[merged small][ocr errors]

5

[blocks in formation]

̓́Ανθρωπε, ζωῆς περιφείδεο, μηδὲ παρ ̓ ὥρην ναυτίλος ἴσθι· καὶ ὡς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ ̓ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ κοίλης ἔμπορος ἐκ Συρίης,

ἔμπορος ὦ Κλεόνικε· δύσιν δ ̓ ὑπὸ Πλειάδος αὐτήν 5 ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.

« ForrigeFortsæt »