εἴη δ ̓ ἐκγενέτης ἢ καὶ λέκτρω ἐπιβαίνοι· αὐτὸς δ ̓ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. εὐσεβέων παίδεσσι τὰ λώϊα, δυσσεβέων δ ̓ οὐ. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· χαίροι δ ̓ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς Καδμεῖαι ποιναῖς μεμελημέναι ἡρωῖναι, αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
Γλαύκας ὦ φιλέριθ ̓ ἀλακάτα δῶρον ̓Αθανάας γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θάρσεισ ̓ ἄμμιν ὑμάρτη πόλιν ἓς Νείλεω ἀγλάαν, ὄππυι Κύπριδος ἶρον καλάμῳ χλῶρον ὑπασσάλῳ. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὄππως ξέννον ἔμον τέρψομ ̓ ἴδων κἀντιφίλησ ̓ ἐῶ, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργ ̓ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, 10 πόλλα δ ̓ οἷα γύναικες φορέοισ ̓ υδάτινα βράκη. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις πέξαιντ ̓ αὐτοένει, Θευγένιδός γ ̓ ἔννεκ ̓ ἐϋσφύρω· οὕτως ἀνυσίεργος, φιλέει δ ̓ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίδρας οὐδ ̓ ἐς ἀέργω κεν ἐβολλόμαν
ὄπασσαί σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἂν ὣξ Ἐφύρας κτίσσέ ποτ ̓ ̓Αρ-
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισ ̓ ἄνερος, ὃς πόλλ ̓ ἐδάη σόφα ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ ̓ Ἰαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλη, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχης ξένω. κῆνο γάρ τις ἐρεῖ τὤπος ἴδων σ ̓· ἦ μεγάλα χάρις δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.
Οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἠγὼ μὲν τὰ φρενῶν ἐρέω κέατ ̓ ἐν μυχῷ. οὐχ ὅλας φιλέειν μ ̓ ἐθέλεισθ ̓ ἀπὸ καρδίας, γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χῶταν μὲν σὺ θέλης, μακάρεσσιν ἴσαν ἄγω ἁμέραν· ὅκα δ ̓ οὐκ ἐθέλεις τύ, μάλ ̓ ἐν σκότω πῶς ταῦθ ̓ ἅρμενα, τὸν φιλέοντ ̓ ἀνίαις δίδων;
10 ἀλλ ̓ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῶ κε λώιον αὐτὸς ἔχων ἔμ ̓ ἐπαινέσαις. ποίησαι καλιὰν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχεις κλάδον,
ἄλλον δ ̓ αὔριον, ἐξ ἑτέρω δ ̓ ἕτερον μάλα. καὶ μέν σευ τὸ καλόν τις ἰδὼν ῥέθος αἰνέσαι, τῷ δ ̓ εὐθὺς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρᾶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. ἀνδρῶν τῶν ὑπὲρ ἀνορέαν δοκέεις πνέειν. φίλη δ ̓, ἆς κε ζόης, τὸν ὕμοιον ἔχειν ἀεί. αἰ γὰρ ὧδε πόης, ἀγαθὸς μὲν ἀκούσεαι ἐξ ἀστῶν· ὁ δέ τοί κ ̓ Ἔρος οὐ χαλεπῶς ἔχοι, ὃς ἀνδρῶν φρένας εὐμαρέως ὑποδάμναται, κἤμε μαλθακὸν ἐξ ἐπόησε σιδαρίω. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι ὀμνάσθην, ὅτι πέρρυσιν ἦσθα νεώτερος, χῶτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι καὶ ῥυσσοί, νεότατα δ ̓ ἔχειν παλινάγρετον οὐκ ἔστι· πτέρυγας γὰρ ἐπωμαδίαις φόρει, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλαβεῖν. ταῦτα χρὴ νοέοντα πέλειν ποτιμώτερον, καί μοι τώραμένῳ συνερᾶν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεϊαν ἔχεις, ἀλλάλοισι πελώμεθ ̓ ̓Αχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρειν ἀνέμοισιν ἐπιτρόπεις, ἐν θυμῷ δὲ λέγεις „τί με δαιμόνι ̓ ἐννοχλεῖς“; νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ ̓ ἕνεκεν σέθεν βαίην καὶ φύλακον νεκύων πέδα Κέρβερον, τόκα δ ̓ οὐδὲ καλεῦντος ἐπ ̓ αὐλεΐαις θύραις προμόλοιμί κε παυσάμενος χαλεπῶ πόθω.
Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,
ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσε. βωμὸν δ ̓ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μᾶλος,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ ̓ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδ ̓ ἀπ ̓ εὐώδους γλύψατ ̓ ἄγαλμα κέδρου, Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστάς μισθόν· ὃ δ ̓ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
Ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ ̓ ἐπὶ τῇδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται. IV. (XII.)
Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδ ̓ ὦ Διόνυσε πὰρ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δ ̓ ἐκτήσατο νίκην ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπών οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνας οἴκῳ ἓν ̓Αμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γάρ
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
Τὸν τοῦ Ζανὸς ὅδ ̓ ὑμιν υἱὸν ὧνήρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἔτ ̓ ἄνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὐκ Καμίρου,
5 χῶσσους ἐξεπόνασεν εἶπ ̓ ἀέθλους. τοῦτον δ ̓ αὐτὸν ὁ δᾶμος, ὡς σάφ ̓ εἰδῇς, ἔστασ ̓ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κήνιαυτοῖς.
Θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε σπουδᾷ, καὶ λέγ ̓ ἐπὴν ἐς οἶκον ἔνθῃς· Ανακρέοντος εἰκόν ̓ εἶδον ἐν Τέῳ
τῶν πρόσθ ̓ εἴ τι περισσὸν ᾠδοποιού.“
προσθεὶς δὲ χῶτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
̔́Α τε φωνὰ Δώριος χῶνὴρ ὁ τὰν κωμῳδίαν
εὑρὼν Ἐπίχαρμος.
ὦ Βάκχε χάλκεόν νιν ἀντ ̓ ἀλαθινοῦ
τὶν ὧδ ̓ ἀνέθηκαν,
τοὶ Συρακόσσαις ἐνίδρυνται πελωριστᾷ πόλει,
« ForrigeFortsæt » |