Billeder på siden
PDF
ePub

35

40

45

κερκίδι συμπλέξασα μακρῶν ἔταμ ̓ ἐκ κελεόντων·
οὐ μὰν οὐδὲ κρόκαν τις ἐπίσταται ὧδε κροτῆσαι
̓́Αρτεμιν ἀείδοισα καὶ εὑρεσίεργον ̓Αθάναν,

5

ὡς Ἑλένα, τᾶς πάντες ἐπ ̓ ὄμμασιν ἵμεροι ἐντί.

γ ́ Ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δ ̓ ἐς δρόμον ἦρι καὶ

...

καὶ λειμώνια φύλλα

ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναί
ἄρνες γειναμένας ὄϊος μαστον ποθέοισαι.

γ ́ Πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο πλέξασαι σκιερὰν καταθήσομες ἐς πλατάνιστον, πρᾶται δ ̓ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δ ̓ ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις ἀννείμῃ· δώροις τι σέβου μ ̓, Ἑλένας φυτὸν εἰμί.

50 δ ́ Χαίροις νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὄμμιν
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἐνθεῖν.

55 δ' Εὕδετ ̓ ἐς ἀλλάλων στέρνον φιλότατα πνέοντες
καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδός
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἔπι τῷδε χαρείης.

35

40

45

50

55

Idyll. XIX. (XXIV.) *

Ἡρακλίσκος.

Ἡρακλέα δεκάμηνον ἐόντα τόχ ̓ ἁ Μιδεᾶτις
̓Αλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,

5

ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
̓Αμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
εὕδετ ̓ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
εὕδετ ̓ ἐμὰ ψυχά, δύ ̓ ἀδελφεώ, εὔσοα τέκνα·
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἴδοιτε.“

[ocr errors]

10

15

ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δ ̓ ἔλαβ ̓ ὕπνος.
ἅμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
Ωρίωνα κάτ ̓ αὐτόν, ὃ δ ̓ ἀμφαίνει μέγαν ὦμου,
τᾶμος ἄρ ̓ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
ὧρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων 15

10

20

25

οἴκου, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
τὰ δ ̓ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
αἱμοβόρως ἐκύλιον· ἀπ ̓ ὀφθαλμῶν δὲ κακὸν πῦρ
ἐρχομένοις λάμπεσκε, βαρὺν δ ̓ ἐξέπτυον ἰόν.
ἀλλ ̓ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
καὶ τότ ̓ ἄρ ̓ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
̓Αλκμήνας φίλα τέκνα, φάος δ ̓ ἀνὰ οἶκον ἐτύχθη.
ἤτοι ὅγ ̓ εὐθὺς ἄϋσεν, ὅπως κακὰ θηρί ̓ ἀνέγνω
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
φευγέμεν ὁρμαίνων· ὃ δ ̓ ἐναντίος εἴχετο χερσίν
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται

20

25 30

35

40

45

50

55

30

οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
τὰ δ ̓ αὖτε σπείρῃσιν ἑλισσέσθην περὶ παῖδα
ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
ἂψ δὲ πάλιν διέλυον, ἐπεὶ μογέοιεν ἀκάνθας,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
̓Αλκμήνα δ ̓ ἐσάκουσε βοᾶς καὶ ἐπέκραγε πράτα·
„ἄνσταθ ̓ ̓Αμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· 35
ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείης.
οὐκ ἀΐεις, παίδων ὁ νεώτερος ὅσσον ἀϋτεῖ;
οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες καθαρᾶς ἅπερ ἠριγενείας;
ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ ̓ ἀνδρῶν.“ 40
Ὣς φάθ ̓. ὃ δ ̓ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·

δαιδάλεον δ ̓ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνω περὶ πασσάλῳ αἰὲν ἄωρτο.
ἤτοι ὅγ ̓ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
κουφίζων ἑτέρᾳ κολεόν, μεγαλώνυμον ἔργον.
ἀμφιλαφὴς δ ̓ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
δμῶας δὴ τότ ̓ ἄϋσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ ̓ ἐσχαρεῶνος ἑλόντες,
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ ̓ ὀχῆας.“

(Desunt complura.)

„ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀϋτεῖ.“
ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχοισα.
οἳ δ ̓ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
ἤτοι ἄρ ̓ ὡς εἴδοντ ̓ ἐπιτίτθιον Ἡρακλῆα
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
συμπλήγδην ἰάχησαν· ὃ δ ̓ ἐς πατέρ ̓ ̓Αμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ ̓ ὑψόθι χαίρων

45

50

51

55

60

65

70

75

80

85

κωροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
̓Αλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
ξηρὸν ὑπαὶ δείους ἀκρόχλουν Ἰφικλῆα·
̓Αμφιτρύων δὲ τὸν ἄλλον ὑπ ̓ ἀμνείαν θέτο χλαϊναν
παῖδα, πάλιν δ ̓ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
̓Αλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
ἠνώγει. „μηδ ̓ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενος σύ με κρύπτε· καὶ ὡς οὐκ ἔστιν ἀλύξαι
ἀνθρώποις, ὅτι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
ἀλλ ̓ Εὐηρείδα, μάλα τί φρονέοντα διδάσκω;

Τόσσ ̓ ἔλεγεν βασίλεια· ὃ δ ̓ ἀνταμείβετο τοίοις·
θάρσει ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα.
θάρσει· μελλόντων δὲ τὸ λώϊον ἐν φρεσὶ θέσθαι.
ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσ-

σων,

πολλαὶ ̓Αχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
̓Αλκμήναν ὀνομαστί, σέβας δ ̓ ἔσῃ ̓ Αργείαισι.
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὺς οἰκῆν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ·
γαμβρὸς δ ̓ ἀθανάτων κεκλήσεται, οἳ τάδ ̓ ἐπῶρσαν
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
[ἔσται δὴ τοῦτ ̓ ἅμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.]
ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῶ εὔτυκον ἔστω,

60

65

70

72

73

75

80

85

90

95

κάγκανα δ ̓ ἀσπαλάθω ξύλ ̓ ἑτοιμάσατ ̓ παλιούρω
βάτω ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
καῖε δὲ τῶδ ̓ ἀγρίῃσιν ἐπὶ σχίζῃσι δράκοντε
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανῆν τεὸν ἤθελον αὐτοί.
ἦρι δὲ συλλέξαισα κόνιν πυρὸς ἀμφιπόλων τις
διψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νεέσθω
ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δ ̓ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, 95

90

100

105

110

115

120

θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·
Ζηνὶ δ ̓ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρου,
δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.“

Φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
Ἡρακλέης δ ̓ ὑπὸ ματρὶ νέον φυτὸν ὡς ἐν ἀλωᾷ
ετρέφετ ̓ ̓Αργείου κεκλημένος ̓Αμφιτρύωνος.
γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
υἱὸς ̓Απόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
τόξον δ ̓ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστόν
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας Εὔμολπος.
ὅσσα δ ̓ ἀπὸ σκελέων ἑδροστρόφοι ̓Αργόθεν ἄνδρες
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ ̓ εἰς γαῖαν προπεσόντες
πάμμαχοι ἐξεύροντο παλαίσματα σύμφορα τέχνα,
πάντ ̓ ἔμαθ ̓ Ἑρμείαο διδασκόμενος παρὰ παιδί
Αὐτολύκῳ Φανοτῆι, τὸν οὐδ ̓ ἂν τηλόθε λεύσσων
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ ̓ ἐν ἀγῶνι·
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
ἵππους δ ̓ ἐξελάσασθαι ὑφ ̓ ἅρματι, καὶ περὶ νύσσαν
ἀσφαλέως κάμπτοντα τροχῶ σύριγγα φυλάξαι,

100

105

110

115

« ForrigeFortsæt »