ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδῃσι, χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαώτες. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, ἀμφότεροι δ ̓ ἀριθμοῦνται ἐς ἔσχατον Ἡρακλῆα. τῶ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ ̓ ἀλόχοιο, τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτρην, τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄξοις. οἳ δ ̓ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. οἷα δ ̓ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα ἔπρεπε θηλυτέρῃσ', ὄφελος μέγα γειναμένοισι. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα κόλπον ἓς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. τῶ οὔπω τινα φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. ἦ μὲν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισί θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, ὁππότε κεν φιλέων βαίνῃ λέχος ἓς φιλεούσης. ἀστόργου δὲ γυναικὸς ἐπ' ἀλλοτρίῳ νόος αιεί, ῥηίδιοι δὲ γοναί, τέκνα δ ̓ οὐ ποτεοικότα πατρί. κάλλει ἀριστεύουσα θεάων πότν Αφροδίτα, σοὶ τήνα μεμέλητο· σέθεν δ ̓ ἕνεκεν Βερενίκα εὐειδὴς Αχέροντα πολύστονον οὐκ ἐπέρασεν, ἀλλά μιν ἁρπάξασα, πάροιθ ̓ ἐπὶ ναα κατελθεῖν κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμα καμόντων, ἐς ναὸν κατέθηκας, ἑὰς δ ̓ ἀπεδάσσας τιμάς. πᾶσιν δ ̓ ἤπιος ὧδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
Αργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὴν ̓Αχιλῆα Αἰακίδα Πηλῆι, σὲ δ ̓ αἰχμητὰ Πτολεμαῖε αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀπ. ἔνθα γὰρ Ειλείθυιαν ἐβώσατο λυσίζωνον Αντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· ἣ δέ οἱ εὐμενέοισα παρίστατο, καδ δ ̓ ἄρα πάντων νωδυνίην κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικώς παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ ̓ ὀλόλυξεν ἰδοῖσα, φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
Όλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Απόλλων· ἐν δὲ μιᾷ τιμῇ Τρίοπον κατθεῖο κολώναν, [ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν,] ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν ̓Απόλλων.“ Ὣς ἄρα νᾶσος ἔειπεν· ὃ δ ̓ ὑψόθεν ἔκλαγε φωνᾷ ἐς τρὶς ὑπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι αἰδοῖοι βασιλῆες· ὃ δ ̓ ἔξοχος, ὅν κε φιλήσῃ γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπηδεῖ, πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν λήτον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρω ἀλλ ̓ οὔτις τόσα φύει ὅσα χθαμαλὰ Αἴγυπτος, Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δ ̓ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς
τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει. καὶ μὴν Φοινίκας ἀποτέμνεται Αρραβίας τε καὶ Συρίας Λιβύας τε κελαινῶν τ' Αιθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἷα καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δ ̓ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. ὄλβῳ μὲν πάντας κε καταβρίθοι βασιλῆας ̇ τόσσον ἐπ ̓ ἁμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον πάντοθε. λαοὶ δ ̓ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νείλον ὑπερβάς πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, οὐδέ τις αἰγιαλὸν δὲ θοᾶς ἐξάλατο ναός θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν. ἔτι πάγχυ μέλει πατρώια πάντα φυλάσσειν οἱ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἔνι πίονι χρυσός μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, πολλὸν δ ̓ ἐφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δ ̓ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ ̓ ἀγῶνας ἵκετ ̓ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Μουσάων δ' ὑποφῆται ἀείδοντι Πτολεμαῖον ἀντ ̓ εὐεργεσίης. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; τοῦτο καὶ 'Ατρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοις δόμον κτεάτισσαν ελόντες
οι, γα κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος. μουνος δε προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονίη στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἴσατο ναούς· ἐν δ ̓ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ ̓ ἐλέφαντι ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τ' ιφθίμα τ ̓ ἄλοχος, τᾶς οὔτις ἀρείων νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ ̓ ἀγοστῷ, ἐκ θυμοῦ στέργοισα κασίγνητον τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ολύμπου ̇ ἄγνον δὲ στόρνυσιν ιαύειν Ζηνὶ καὶ Ἥρῃ χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ίρις. χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δ ̓ ἐγὼ ἶσα καὶ ἄλλων μνάσομαι ἡμιθέων, δοκέω δ ̓ ἔπος οὐκ ἀπόβλητον φθέγξομαι ἐσσομένοις· ἀρετήν γέ μεν ἐκ Διὸς αὐτέω.
Ἑλένης Επιθαλάμιος.
Ἔν ποκ' ἄρα Σπάρτα ξανθότριχι πὰρ Μενελάῳ παρθενικαὶ θάλλοντα κόμαις υάκινθον ἔχοισαι πρόσθεν ευγράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαιναν
ἁνίκα Τυνδαριδᾶν κάσιν ἄγετο τὰν ἀγαπατάν μναστεύσας Ελέναν ὁ νεώτερος Ατρέος υἱῶν. ἄειδον δ ̓ ἄρα πασαι ἐς ἓν μέλος ἐγκροτέοισαι ποσσί περ εἱλικτοῖς, ὑπὸ δ ̓ ἴαχε δῶμ ̓ ὑμεναίω.
α' Οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦρά τις ἐσσὶ λίαν βαρυγώνατος, ἦρα φίλυπνος ̇ ἦρα πολύν τιν ̓ ἔπινες, ὅτ ̓ εἰς εὐναν κατεβάλλει. εὕδειν μὰν σπεύδοντα καθ ̓ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δ ̓ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρί παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἕνας καὶ ἐς ἀπ 15 κεἰς ἔτος ἐξ ἔτεος Μενέλα τεὰ & νυὸς ὧδε.
β' Ὄλβιε γάμβρ', ἀγαθός τις ἐπέπτα σπερχομένῳ τοι ἐς Σπάρταν, ἅπερ ἄλλοι ἀριστέες, ὡς ἀνύσαιο. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεις.
α ́ Ζανός τοι θυγάτηρ ὑπὸ τὴν μίαν ἵκετο χλαῖναν, οἵα Αχαιίδα νῦν γαῖαν πατεῖ οὐδὲ μία ἄλλα· ἦ μέγα κά τι τέκοιτ', εἰ ματέρι τίκτοι ὁμοῖον. ἄμμες δ' αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος αυτός χρισαμέναις ἀνδριστὲ παρ ̓ Εὐρώταο λοετρῷ, τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
25 τῶν οὐ Δᾶν τις ἄμωμος, ἐπεί χ ̓ Ἑλένᾳ παρισωθῇ. γ' 'Αὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νυκτὶ σελάνα, ἔαρ χειμῶνος ἀνέντος· ὧδε καὶ ἡ χρυσέα Ελένα διαφαίνετ ̓ ἐν ἁμίν. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρα 30 ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὶς ἵππος· ὧδε καὶ ἡ ῥοδόχρως Ελένα Λακεδαίμονι κόσμος.
γ ́ Οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτ ̓ ἐπὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
« ForrigeFortsæt » |