Billeder på siden
PDF
ePub

25

30

35

40

45

50

ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει Οὐρανίδῃσι,
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
ἄμφω γὰρ πρόγονός σφιν καρτερὸς Ἡρακλείδας,
ἀμφότεροι δ ̓ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
τῶ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ ̓ ἀλόχοιο,
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτρην,
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
οἳ δ ̓ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβας
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
οἷα δ ̓ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
ἔπρεπε θηλυτέρῃσ ̓, ὄφελος μέγα γειναμένοισι.
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
κόλπον ἓς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
τῶ οὔπώ τινα φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισί
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἓς φιλεούσης.
ἀστόργου δὲ γυναικὸς ἐπ ̓ ἀλλοτρίῳ νόος αἰεί,
ῥηίδιοι δὲ γοναί, τέκνα δ ̓ οὐ ποτεοικότα πατρί.
κάλλει ἀριστεύουσα θεάων πότν ̓ ̓Αφροδίτα,
σοὶ τήνα μεμέλητο· σέθεν δ ̓ ἕνεκεν Βερενίκα
εὐειδὴς ̓Αχέροντα πολύστονον οὐκ ἐπέρασεν,
ἀλλά μιν ἁρπάξασα, πάροιθ ̓ ἐπὶ νᾶα κατελθεῖν
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
ἐς ναὸν κατέθηκας, ἑὰς δ ̓ ἀπεδάσσαο τιμάς.
πᾶσιν δ ̓ ἤπιος ἦδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.

25

30

35

40

45

50

55

60

65

70

75

̓Αργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν ̓Αχιλῆα
Αἰακίδᾳ Πηλῆι, σὲ δ ̓ αἰχμητὰ Πτολεμαίε
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
̓Αντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ ̓ ἄρα πάντων
νωδυνίην κατέχευε μελῶν· ὃ δὲ πατρὶ ἐοικώς
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ ̓ ὀλόλυξεν ἰδοῖσα,
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·

Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος ̓Απόλλων·
ἐν δὲ μιᾷ τιμῇ Τρίοπον κατθεῖο κολώναν,
[ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν,]
ἶσον καὶ ̔Ῥήναιαν ἄναξ ἐφίλησεν ̓Απόλλων.
Ὣς ἄρα νᾶσος ἔειπεν· ὃ δ ̓ ὑψόθεν ἔκλαγε φωνᾷ
ἐς τρὶς ὑπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
αἰδοῖοι βασιλῆες· ὃ δ ̓ ἔξοχος, ὅν κε φιλήσῃ
γεινόμενον τὰ πρῶτα· πολὺς δὲ οἱ ὄλβος ὀπηδεῖ,
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
λήτον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·
ἀλλ ̓ οὔτις τόσα φύει ὅσα χθαμαλὰ Αἴγυπτος,

60 Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δ ̓ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·

05

60

65

70

75

80

85

90

95

100

105

110

115

τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.
καὶ μὴν Φοινίκας ἀποτέμνεται ̓ Αρραβίας τε
καὶ Συρίας Λιβύας τε κελαινῶν τ ̓ Αἰθιοπήων.
Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἷα
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
πολλοὶ δ ̓ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
τόσσον ἐπ ̓ ἅμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
πάντοθε. λαοὶ δ ̓ ἔργα περιστέλλουσιν ἕκηλοι.
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβάς
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
οὐδέ τις αἰγιαλὸν δὲ θοᾶς ἐξάλατο ναός
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν.
ᾧ ἔτι πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
οἷ ̓ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἔνι πίονι χρυσός
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,

πολλὸν δ ̓ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,

πολλὸν δὲ πτολίεσσι, πολὺν δ ̓ ἀγαθοῖσιν ἑταίροις.
οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ ̓ ἀγῶνας
ἵκετ ̓ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
ὦ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
Μουσάων δ ̓ ὑποφῆται ἀείδοντι Πτολεμαίον
ἀντ ̓ εὐεργεσίης. τί δὲ κάλλιον ἀνδρί κεν εἴη

BUCOL. GR.

5

85

90

95

100

105

110

115 120

125

130

135

L

μοῦνος ὅδε προτέρων

τε

ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
τοῦτο καὶ ̓Ατρείδαισι μένει· τὰ δὲ μυρία τῆνα,
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες
ἄορι, γᾷ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος.
καὶ ὧν ἔτι θερμὰ κονίη
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἶσατο ναούς·
ἐν δ ̓ αὐτοὺς χρυσῷ περικαλλέας ἠδ ̓ ἐλέφαντι
ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
αὐτός τ ̓ ἰφθίμα τ ̓ ἄλοχος, τᾶς οὔτις ἀρείων
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ ̓ ἀγοστῷ,
ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·
ἄγνον δὲ στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δ ̓ ἐγὼ ἶσα καὶ ἄλλων
μνάσομαι ἡμιθέων, δοκέω δ ̓ ἔπος οὐκ ἀπόβλητου
φθέγξομαι ἐσσομένοις· ἀρετήν γέ μεν ἐκ Διὸς αἰτέω.

120

125

130

135

Idyll. XVIII.

Ἑλένης Ἐπιθαλάμιος.

Ἔν ποκ ̓ ἄρα Σπάρτα ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθεν ἐυγράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν

5

10

15

20

25

30

ἁνίκα Τυνδαριδᾶν κάσιν ἄγετο τὰν ἀγαπατάν
μναστεύσας Ἑλέναν νεώτερος ̓Ατρέος υἱῶν.
ἄειδον δ ̓ ἄρα πασαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσί περ είλικτοῖς, ὑπὸ δ ̓ ἴαχε δῶμ ̓ ὑμεναίῳ.

περιπλέκο

(Υμέναιος.)

α ́ Οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦρά τις ἐσσὶ λίαν βαρυγώνατος, ἦρα φίλυπνος· ἦρα πολύν τιν ̓ ἔπινες, ὅτ ̓ εἰς εὐνὰν κατεβάλλευ. εὕδειν μὰν σπεύδοντα καθ ̓ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δ ̓ ἐᾶν σὺν παισὶ φιλοστοργῳ παρὰ ματρί παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ. κεἰς ἔτος ἐξ ἔτεος Μενέλα τεὰ ἁ νυὸς ἆδε.

β ́ Ὄλβιε γάμβρ ̓, ἀγαθός τις ἐπέπτα σπερχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ἄλλοι ἀριστέες, ὡς ἀνύσαιο.
μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.

α ́ Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαίναν,
οἴα ̓ Αχαιίδα νῦν γαῖαν πατεῖ οὐδὲ μί ̓ ἄλλα ̇
ἢ μέγα κά τι τέκοιτ', εἰ ματέρι τίκτοι ὁμοῖον.
ἄμμες δ ̓ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὐτός
χρισαμέναις ἀνδριστὶ παρ ̓ Εὐρώταο λοετρῷ,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,

τᾶν οὐ Δᾶν τις ἄμωμος, ἐπεί χ ̓ Ἑλένᾳ παρισωθῇ.

γ' ̓Αὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νυκτὶ σελάνα, ἔαρ χειμῶνος ἀνέντος·
ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετ ̓ ἐν ἁμίν.
πιείρα μέγα λᾶον ἀνέδραμε κόσμος ἀρούρα
ἢ κάπῳ κυπάρισσος ἅρματι Θεσσαλὶς ἵππος·
ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.

γ ́ Οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
οὔτ ̓ ἐπὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ

5

10

16

20

25

30

« ForrigeFortsæt »