Billeder på siden
PDF
ePub

140

145

ἡμιθέων, ως φαντί, μονώτατος. οὔτ ̓ ̓Αγαμέμνων
τοῦτ ̓ ἔπαθ ̓, οὔτ ̓ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως,
οὔθ ̓ Ἕκτωρ Ἑκάβας γεραίτερος εἴκατι παίδων,

δ ̓ Οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας πάλιν ἐνθών, 140
οὔθ ̓ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηϊάδαι τε καὶ ̓́Αργεος ἄκρα Πελασγῶ.
ἵλαθι νῦν φίλ ̓ ̔́Αδωνι, καὶ ἐς νέωτ ̓ εὐθυμήσαις.
καὶ νῦν ἦνθες ̔́Αδωνι, καὶ ὅκκ ̓ ἀφίκῃ, φίλος εἶξεῖς.“

ΓΟΡΓΩ.

Πραξινόα, τὶ χρῆμα σοφώτερον ἁ θήλεια.
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκυφωνεῖ.
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
χώνὴρ ὅξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρ ̓ ὦ ̔́Αδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.

145

5

Idyll. XVI.

Χάριτες Ἱέρων.

Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
Μοῦσαι μὲν θεαὶ ἐντί,. θεοὺς θεαὶ ἀείδοντι·
ἄμμες δὲ βροτοὶ οἶδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ ̓ ἠῶ,
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως, οὐδ ̓ αὖθις ἀδωρήτους ἀποπέμψει;
αἳ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ ̓ ἴασι,
πολλά με τωθάζοισαι, ὅτ ̓ ἀλιθίαν ὁδὸν ἦνθον,

10 ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ

6

10

15

20

25

ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
ἔνθ ̓ αἰεί σφισιν ἕδραι, ἐπὴν ἄπρηκτοι ἵκωνται.
τις τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
οὐκ οἶδ ̓· οὐ γὰρ ἔτ ̓ ἄνδρες ἐπ ̓ ἔργμασιν ὡς πάρος

ἐσθλοῖς

15

αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ ̓ ὑπὸ κερδέων.
πᾶς δ ̓ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
ἀλλ ̓ εὐθὺς μυθεῖται· „ἀπωτέρω γόνυ κνάμα·
αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος. 20
οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.“

Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσός
κείμενος; οὐχ ὧδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ πού τινι δοῦναι ἀοίκων,
πολλοὺς δ ̓ εὖ ἔρξαι πηῶν, πολλοὺς δὲ καὶ ἄλλων

25

35

ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν, μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ μειλίξαντ ̓ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι, Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, 30 ὄφρα καὶ εἰν ̓Αΐδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, μηδ ̓ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ ̓Αχέροντος, ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων. πολλοὶ ἐν ̓Αντιόχοιο δόμοις καὶ ἄνακτος ̓Αλεύα ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται· πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακούς

30

35

40

μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
μυρία δ ̓ ἀμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
ἀλλ ̓ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῖο γέροντος,

40

45

50

55

60

65

70

50

55

ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνεῖν
βάρβιτον ἓς πολύχορδον ἐν ἀνδράσι θῆκ ̓ ὀνομαστούς 45
ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
τίς δ ̓ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομάοντας
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιῆς Κύκνον ἔγνω,
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
οὐδ ̓ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθείς
πάντας ἐπ ̓ ἀνθρώπους, ̓Αΐδαν τ ̓ εἰς ἔσχατον ἐλθών
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ ̓ ἂν ὑφορβός
Εύμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ ̓ ἀγελαίαις
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
ἀλλ ̓ ἶσος γὰρ ὁ μόχθος ἐπ ̓ ᾐόνι κύματα μετρεῖν,
ὅσσ ̓ ἄνεμος χέρσον δὲ μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
ὕδατι νίζειν θολερὰν διαειδέϊ πλίνθον,
καὶ φιλοκερδείῃ βεβλαμμένον ἄνδρα παρέλκειν·
χαιρέτω ὅστις τοῖος, ἀνήριθμος δέ οἱ εἴη
ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
δίζημαι δ ̓, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
οὔπω μῆνας ἄγων ἔκαμ ̓ οὐρανὸς οὐδ ̓ ἐνιαυτούς·

60

65

70

πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ ̓ ἀοιδού,

[ocr errors]

80

ῥέξας ἢ ̓ Αχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας 75 ἐν πεδίᾳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου. ἤδη νῦν Φοίνικες ὑπ ̓ ἠελίῳ δύνοντι οἰκεῦντες Λιβύης ἄκρον σφυρὸν ἐρρίγαντι. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν· ἐν δ ̓ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι ζώννυται, ἵππειαι δὲ κόρυν σκιάουσιν ἔθειραι. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι ̓ ̓Αθάνα κούρη θ ̓, ἢ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων εἴληχας μέγα ἄστυ παρ ̓ ὕδασι Λυσιμελείας, ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας τέκνοις ἠδ ̓ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν· ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις, δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·

85

90 ἀγροὺς δ ̓ ἐργάζοιντο τεθαλότας· αἱ δ ̓ ἀνάριθμοι μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι

95

100

105

ἀμ πεδίον βληχῶντο, βόες δ ̓ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
νειοὶ δ ̓ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
ποιμένας ἐνδίους πεφυλαγμένος ὑψόθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δ ̓ εἰς ὅπλ ̓ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δ ̓ ἔτι μηδ ̓ ὄνομ ̓ εἴη·
ὑψηλὸν δ ̓ Ἱέρωνι κλέος φορέοιεν ἀοιδαί

καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
ἀσφάλτῳ δήσασα Σεμίραμις έμβασίλευεν.
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὴν ̓Αρέθουσαν
ὑμνεῖν, σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
Ετεόκλειοι Χάριτες θεαί, ὦ Μινύειον
Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,

75

80

85

90

95

100

105

ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων θαρσήσας Μοίσαισι σὺν ἁμετέρῃσιν ἰοίμαν. καλλείψω δ ̓ οὐδ ̓ ὄμμε· τί γὰρ Χαρίτων ἀγαπητόν ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ ̓ εἴην.

5

10

15

20

Idyll. XVII.

Ἐγκώμιον εἰς Πτολεμαίον.

Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
ἀθανάτων τὸν ἄριστον ἐπὴν ἄδωμεν ἀοιδαῖς·
ἀνδρῶν δ ̓ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
καὶ πύματος καὶ μέσσος· ὃ γὰρ προφερέστερος ἀν-

δρῶν.

5

ἥρωες, τοὶ πρόσθεν ἀφ ̓ ἡμιθέων ἐγένοντο,
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
ὑμνήσαιμ ̓· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
Ἴδαν ἓς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθών
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. 10
τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
οἶσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
Λαγείδας Πτολεμαίος, ὅτε φρεσὶν ἐγκατάθοιτο
βουλάν, ἂν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
ἀθανάτοις, καί οἱ χρύσεος θρόνος ἐν Διὸς οἴκῳ
δέδμηται· παρὰ δ ̓ αὐτὸν ̓Αλέξανδρος φίλα εἰδώς
ἑδριάει, Πέρσησι βαρὺς θεὸς αἰολομίτροις.
ἀντία δ ̓ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο

15

20

« ForrigeFortsæt »