Billeder på siden
PDF
ePub

25

30

35

ΠΡΑΞΙΝΟΑ.

Ἐν ὀλβίω ὄλβια πάντα.

ἡνίδ ̓ ἐγών. εἴπαις κεν ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.

Ἕρπειν ὥρα κ' εἴη.

ΓΟΡΓΩ.

ΠΡΑΞΙΝΟΑ.

Αεργοῖς αἰὲν ἑορτά.

25

Εὐνόα, αἶρε τὸ βᾶμα καὶ ἐς μέσον ἁνιόδρυπτε
θές. πάλιν αἱ γαλέαι μαλακῶς χρήζοντι καθεύδειν.
κινεν δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.
ἃ δὲ σμᾶμα φέρει. δὸς ὅμως. σμῆ δή ποκ'. ἄπληστε, 30
ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
παύε ̓, ὅχ ̓ οἷα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
ἃ κλὰξ τᾶς μεγάλας πεῖ λάρνακος; ὧδε φέρ' αὐτάν.
ΓΟΡΓΩ.

Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφ ̓ ἱστῶ; 36
ΠΡΑΞΙΝΟΑ.

Μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
ἢ δύο· τοῖς δ ̓ ἔργοις καὶ τὴν ψυχὴν προτέθεικα.

ΓΟΡΓΩ.

̓Αλλὰ κατὰ γνώμαν ἀπέβα τοι τοῦτο.

ΠΡΑΞΙΝΟΑ.

Κάλ ̓ εἶπας.

τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον 40 ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμὼ δάκνει· ἵππος – 40 δάκρυ ̓, ὅσσα θέλεις, χωλὸν δ ̓ οὐ δεῖ τυ γενέσθαι. ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, τὰν κύν ̓ ἔσω κάλεσον, τὴν αὐλείαν ἀπόκλαξον. ὦ θεοί, ὅσσος ὄχλος. πῶς καί ποκα τοῦτο περᾶσαι

45

50

χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργός
δαλεῖται τὸν ἰόντα παρέμπων Αιγυπτιστί,

ω

οἷα πρὶν ἐξαπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια πάντ ̓ ἐς ἀρείω, ἁδίστα Γοργοί, τί γενώμεθα; τοὶ πολεμισταί ἔρεια ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ ̓ ὡς ἄγριος. κυνοθαρσής Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. 55 ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδοι.

ΓΟΡΓΩ.

Θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθ ̓ ὄπισθεν,
τοὶ δ ̓ ἔβαν εἰς χώραν.

ΠΡΑΞΙΝΟΑ.

Καὐτὰ συναγείρομαι ήδη.

ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἁμὶν ἐπιρρεῖ.

ΓΟΡΓΩ.

45

50

55

[blocks in formation]

Ἐς Τροίαν πειρώμενοι ἦνθον ̓Αχαιοί,

κάλλισται παίδων· πείρα θην πάντα τελεῖται.

ΓΟΡΓΩ.

Χρησμὼς ὁ πρεσβύτις ἀπώχετο θεσπίξασα.

70

ΠΡΑΞΙΝΟΑ.

Πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθ' Ἥρην.

ΓΟΡΓΩ.

Θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος

θεσπέσιος.

ΠΡΑΞΙΝΟΑ.

Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τύ Εὐνόα Εὐτυχίδος πότεχ ̓ αὐτῷ, μή τι πλαναθῇς. πᾶσαι ἅμ ̓ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἡμῶν. οἴμοι δειλαία, δίχα μεν τὸ θερίστριον ἤδη ἔσχισται Γοργοι. ποτ τῷ Διός, εἴ τι γένοιο εὐδαίμων ἄνθρωπε, φυλάσσει τὠμπέχονόν μευ. ΞΕΝΟΣ.

Οὐκ ἐπ' ἐμὶν μέν, ὅμως δὲ φυλάξομαι.

65

70

[blocks in formation]

Κεἰς ώρας κἤπειτα φίλ ̓ ἀνδρῶν ἐν καλῷ εἴης 75 ἁμὲ περιστέλλων. χρηστῶ κοικτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἁμιν· ἄγ ̓ ὦ δειλὰ τὸ βιάζευ. κάλλιστ'· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπ ̓ ἀποκλάξας.

80

ΓΟΡΓΩ.

Πραξινόα, πόταγ ̓ ὧδε. τὰ ποικίλα πρῶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεις.

ΠΡΑΞΙΝΟΑ.

Πότνι Αθαναία· ποῖαί σφ ̓ ἐπόνασαν ἔριθοι,

75

80

85

90

95

ποῖοι ζωογράφοι τἀκριβέα γράμματ ̓ ἔγραψαν.
ὡς ἔτυμ ̓ ἑστάκαντι, καὶ ὡς ἔτυμ ̓ ἐνδινεῦντι,
ἔμψυχ', οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ ̓ ἄνθρωπος.
αὐτὸς δ ̓ ὡς θαητὸς ἐπ ̓ ἀργυρέας κατάκειται

κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, 85
ὁ τριφίλητος Αδων, ὃς κὴν ̓Αχέροντι φιλεῖται.

ΕΤΕΡΟΣ ΞΕΝΟΣ.

Παύσασθ ̓ ὦ δύστανοι, ἀνάντα κωτίλλοισαι
τρυγόνες ἐκ νασσᾶν τε πλατειάσδοισαι ἅπαντα.
εκαναιρώντι

ΠΡΑΞΙΝΟΑ.

Μᾶ, πόθεν ἄνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
πασάμενος ποτίτασσε. Συρακοσίαις ἐπιτάσσεις,
ὡς εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,

ᾧ καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
δωρίσδεν δ ̓ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.

μὴ φύη Μελιτώδες, ὃς ἡμῶν καρτερὸς εἴη,
πλὴν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.

ΓΟΡΓΩ.

Σιγᾷ Πραξινόα· μέλλει τὸν "Αδωνιν ἀείδειν
ἁ τᾶς Αργείας θυγάτηρ πολύϊδρις αοιδός,
ἅτις καὶ πέρυτιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι σάφ' οἶδα καλόν· διαθρύπτεται ἤδη.
ΓΥΝΗ ΑΟΙΔΟΣ.

100 α' Δέσποιν', ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλησας,
αἰπεινόν τ' Ἔρυκ ̓ ἂν Χρυσὼ παίζοισ ̓ Αφροδίτα·
οἷόν τοι τὸν Αδωνιν ἀπ ̓ ἀενάω ̓Αχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναί
ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.

105

α ́ Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,

90

95

100

105

110

115

120

125

ανθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
& Βερενικεία θυγάτηρ Ἑλένῃ εἰκυῖα

Αρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Αδωνιν.

β' Πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δ ̓ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει ̓ ἀλάβαστρα.
εἴδατα δ ̓ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,

ὅσσά τ ̓ ἀπὸ γλυκερῶ μέλιτος τά τ ̓ ἐν ὑγρῷ ἐλαίῳ,
πάντ ̓ αὐτῷ πετεινὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.

γ' Χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντες ἀνήθῳ
δέδμανθ'· οἱ δ ̓ ἔτι κῶροι ὑπερπωτῶνται Έρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρει

[ocr errors]

~ P

66

πωτῶνται πτερύγων πειρώμενοι ὄξον ἀπ ̓ ὄξω. β' Ὢ ἔβενος, ὦ χρυσός, ὦ ἐκ λευκῶ ἐλέφαντος αἱετοὶ οινοχόον Κρονίδα Διὶ παῖδα φέροντες, πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω. & Μιλατὶς ἐρεῖ χὼ τὰν Σαμίαν καταβόσκων· „ ἔστρωται κλίνα τῷ Αδώνιδι τῷ καλῷ ἁμά τὰν μὴν Κύπρις ἔχει, τὴν δ ̓ ὁ ῥοδόπαχυς "Αδωνις. οὐ κεντεῖ τὸ φίλημ ̓, ἔτι οἱ περὶ χείλεα πυρρά. 130 δ' Νῦν μὲν Κύπρις ἔχοισα τὴν αὑτᾶς χαιρέτω ἄνδρα· ἀσθεν δ ̓ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω οἰσεῦμες ποτὶ κύματ ̓ ἐπ ̓ ἀϊόνι πτύοντα, λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ ̓ ἀοιδᾶς·

135 γ', Έρπεις ὦ φίλ' "Αδωνι καὶ ἐνθάδε κείς ̓Αχέροντα

ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχ ̓ ὁ γαμβρός

[blocks in formation]
« ForrigeFortsæt »