β ́ Ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστ ̓ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, το μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
β ́ Αἰ δέ τοι αὐτὸς ἐγὼν δοκέω λασιώτερος εἶμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῶ ἀκάματον πῦρ· καιόμενος δ ̓ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕν ̓ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
β' Ὤμοι, ὅτ ̓ οὐκ ἔτεκέν μ ̓ ἁ μάτηρ βράγχι ̓ ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλησα, στομα λῆςαἰ μὴ τὸ στόμ ̓ ἔλης, ἔφερον δέ τοι ἢ κρίνα λευκά 55 ἢ μάκων ̓ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι ̓ ἔχοισαν. β ́ ̓Αλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι. νῦν μὰν ὦ κόριον, νῦν αὖ τό γα νεῖν μασεῦμαι, εἴ τίς κα σὺν ναΐ πλέων ξένος ὧδ ̓ ἀφίκηται, ὡς εἰδῶ τι, πόθ ̓ ἡδὺ κατοικεῖν τὸν βυθὸν ὑμίν. 60 β ́ Ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
ὥσπερ ἐγὼν νῦν ὧδε καθήμενος οἴκαδ ̓ ἀπενθείν. ποιμαίνειν δ ̓ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ ̓ ἀμέλγειν 63 καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
γ' ̔Α μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτῷ· οὐδὲν πήποχ ̓ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦτ ̓ ὦμαρ ἐπ ̓ ἅμαρ ὁρῶσά με λεπτύνοντα. φασῶ τὰν κεφαλὰν καὶ τὰς πόδας ἀμφοτέρως μευ σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
γ' Ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; αἴκ ̓ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
ὥστ ̓ οὐκ ἂν τοι ταῦτα φέρειν ἅμα πάντ ̓ ἐδυνάθην.
τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον ̓ ἄλλαν.
δ ́ Πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ ̓ αὐταῖς ἐπακούσω. δῆλον ὅτ ̓ ἐν τῷ γᾶ κἠγὼν τὶς φαίνομαι εἶμεν.
Οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα μουσίσδων, ῥᾷον δὲ διᾶγ ̓ ἢ εἰ χρυσὸν ἔδωκεν.
α ́ Ἤλυθες ὦ φίλε κοῦρε; τρίτῃ σὺν νυκτὶ καὶ ἠοῖ ἤλυθες; οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
β ́ Ὅσσον ἔαρ χειμῶνος, ὅσον μῆλον βραβίλοιο ἥδιον, ὅσσον ὄϊς σφετέρης λασιωτέρη ἀρνός, ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδών συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, τόσσον ἔμ ̓ εὔφρηνας σὺ φανείς, σκιερὴν δ ̓ ὑπὸ
ἠελίου φρύγοντος ὁδοιπόρος ἔδραμεν ὥς τις.
το β ́ Εἴθ ̓ ὁμαλοὶ πνεύσειαν ἐπ ̓ ἀμφοτέροισιν Ἔρωτες νῶϊν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδή. „δίω δή τινε τῶδε μετὰ προτέροισι γενέσθην φῶθ ̓, ὃ μὲν ἴσπνιλος, φαίη χ ̓ ὁ ̓Αμυκλαϊάζων, τὸν δ ̓ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀΐτην.
ἀλλήλους δ ̓ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦρα τότ ̓ ἔσσαν χρύσειοι πάλιν ἄνδρες, ὅτ ̓ ἀντεφίλησ ̓ ὁ φιληθείς.“
γ' Εἰ γὰρ τοῦτο πάτερ Κρονίδη πέλοι, εἰ γὰρ ἀγήρῳ ἀθάνατοι, γενεῇς δὲ διηκοσίῃσιν ἔπειτα ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς ̓Αχέροντα· 20 „ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀΐτεω
πᾶσι διὰ στόματος, μετὰ δ ̓ ἠιθέοισι μάλιστα.“ γ' ̓Αλλ ̓ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες ἔσσονθ ̓ ὡς ἐθέλουσιν· ἐγὼ δέ σε τὸν καλὸν αἰνέων ψεύδεα ῥινὸς ὕπερθεν ἀραιῆς οὐκ ἀναφύσω. ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, 25 διπλάσιον δ ̓ ὤνησας, ἔχων δ ̓ ἐπίμετρον ἀπῆλθον.
δ ́ Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν ̓Αττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
30 ε ́ Αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πρώτῳ κοῦροι ἐριδμαίνουσι φιλήματος ἄκρα φέρεσθαι. ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, βριθόμενος στεφάνοισιν ἑὴν ἐς μητέρ ̓ ἀπῆλθεν.
ε ́ Ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. ἢ πῃ τὸν χαροπὸν Γανυμήδεα πόλλ ̓ ἐπιβῶται Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ πεύθονται, μὴ φαῦλος ἐτήτυμον, ἀργυραμοιβοί.
Οὐχ ἁμὶν τὸν Ἔρωτα μόνοις ἔτεχ ̓, ὡς ἐδοκεῦμες, Νικία, ᾧτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο· οὐχ ἁμὶν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, οἳ θνατοὶ πελόμεσθα, τὸ δ ̓ αὔριον οὐκ ἐσορῶμες· ἀλλὰ καὶ ὁ ̓Αμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος, καί νιν πάντ ̓ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο· χωρὶς δ ̓ οὐδέποκ ̓ ἧς, οὔτ ̓ εἰ μέσον ἆμαρ ὄροιτο, οὔτ ̓ ἄρ ̓ ὅχ ̓ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς ̓Αώς, οὐδ ̓ ὁπόκ ̓ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῶεν, σεισαμένας πτερὰ ματρὸς ἐπ ̓ αἰθαλόεντι πεταύρῳ, ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, αὑτοῦ δ ̓ εὖ εἵκων ἐς ἀλαθινὸν ἄνδρ ̓ ἀποβαίη. ἀλλ ̓ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων Αἰσονίδας, οἱ δ ̓ αὐτῷ ἀριστῆες συνέποντο πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, ἵκετο χώ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν, ̓Αλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, σὺν δ ̓ αὐτῷ κατέβαινεν Ὕλας εὔανδρον ἐς ̓Αργώ. ἆμος δ ̓ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
25 ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς ̓Αργώ
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναυς, ἀλλὰ διεξάϊξε, βαθὺν δ ̓ εἰσέδραμε Φᾶσιν, αἰετὸς ὡς μέγα λαῖτμα, ἀφ ̓ ου τότε χοιράδες ἔσταν.
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἁμαρ ἀέντι, εἴσω δ ̓ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανάν αὔλακας εὐθύνοντι βόες τρίβοντες ἀρότρῳ. ἐκβάντες δ ̓ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο δειελινήν, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν. λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, ἔνθεν βούτομον ὀξὺ βαθύν τ ̓ ἐτάμοντο κύπειρον. κᾤχεθ ̓ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν αὐτῷ θ ̓ Ἡρακλῆϊ καὶ ἀστεμφεῖ Τελαμῶνι, οἳ μίαν ἀμφ ̓ ἕταροι αἰεὶ δαίνυντο τράπεζαν, χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκη, κυάνεόν τε χελιδόνιον χλωρόν τ ̓ ἀδίαντον καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις. ὕδατι δ ̓ ἐν μέσσῳ Νύμφαι χυρὸν ἀρτίζοντο, Νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, Εὐνείκα καὶ Μαλὶς ἔαρ θ ̓ ὁρόωσα Νύχεια. ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσόν βάψαι ἐπειγόμενος, ταὶ δ ̓ ἐν χερὶ πᾶσαι ἔφυσαν·
45 πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν ̓Αργείῳ ἐπὶ παιδί. κατήριπε δ ̓ ἐς μέλαν ὕδωρ ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ ̓ οὐρανοῦ ἤριπεν ἀστήρ ἀθρόος ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις „κουφότερ ̓ ὦ παῖδες ποιεῖσθ ̓ ὅπλα· πλευστικὸς οὗ- ρος."
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι δακρυόεντ ̓ ἀγανοῖσι παρέψηχον μελέεσσιν. ̓Αμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδί ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ. τρὶς μὲν Ὕλαν ἄϋσεν, ὅσον βαθὺς ἤρυγε λαιμός· τρὶς δ ̓ ἄρ ̓ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ ̓ ἵκετο φωνά
« ForrigeFortsæt » |