Billeder på siden
PDF
ePub

φαμί τυ νικασεῖν, ὅσσον θέλω, αὐτὸς ἀείδων.“
τὸν δ ̓ ἄρα χὡ Δάφνις τοιῷδ ̓ ἀμείβετο μύθῳ·
ποιμὴν εἰροπόκων ὀἴων συριγκτὰ Μενάλκα,

10 οὔποτε νικασεῖς μ ̓, οὐδ ̓ εἴ τι πάθοις τύγ ̓ ἀείδων.“ 10

15

ΜΕΝΑΛΚΑΣ.

Χρήσδεις ὧν ἐσιδεῖν; χρήσδεις καταθεῖναι ἄεθλον;

ΔΑΦΝΙΣ.

Χρήσθω τοῦτ ̓ ἐσιδεῖν, χρήσδω καταθεῖναι ἄεθλον.

ΜΕΝΑΛΚΑΣ.

Καὶ τίνα θησεύμεσθ ̓, ὅτις ἁμὶν ἄρκιος εἴη;

ΔΑΦΝΙΣ.

Μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.

ΜΕΝΑΛΚΑΣ.

Οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
χὰ μάτηρ, τὰ δὲ μᾶλα ποθ ̓ ἕσπερα πάντ ̓ ἀριθμεῦντι.

ΔΑΦΝΙΣ.

ἀλλὰ τί μὰν θησεῖς; τί δέ τυ πλέον ἑξεῖ ὁ νικῶν;

ΜΕΝΑΛΚΑΣ.

Σύριγγ ̓ ἂν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν· 20 ταύταν κα θείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.

25

ΔΑΦΝΙΣ.

μάν τοι κἠγὼ σύριγγ ̓ ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξ ̓· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ
τοῦτον, ἐπεὶ κάλαμός ἑ διασχισθεὶς διέτμαξεν.

ΜΕΝΑΛΚΑΣ.

15

20

̓Αλλὰ τίς ἁμὲ κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; 25

BUCOL. GR.

3

30

35

40

45

ΔΑΦΝΙΣ.

Τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες,
ὦ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φαλαρὸς ὑλακτεῖ.

30

Χοἱ μὲν παῖδες ἄϋσαν, ὁ δ ̓ αἰπόλος ἦνθ ̓ ἐπακοῦσαι. 28 πρᾶτος δ ̓ ὧν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, εἶτα δ ̓ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.

ΜΕΝΑΛΚΑΣ.

̓́Αγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχ ̓ ὁ συριγκτὰς προσφιλὲς ἆσα μέλος,
βόσκοιτ ̓ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἦν δὲ ποκ ̓ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.

ΔΑΦΝΙΣ.

Κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίζω Δάφνις ταῖσιν ἀηδονίσι,

τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας
τεῖδ ̓ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.

ΜΕΝΑΛΚΑΣ.

35

40

45

46

Ἔνθ ̓ οἷς, ἔνθ ̓ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμάνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
ἔνθ ̓ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δ ̓ ἂν ἀφέρπη, 47
χώ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.

ΔΑΦΝΙΣ.

Παντᾶ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πιδῶσιν, καὶ τὰ νέα τρέφεται,
ἔνθα καλὰ Ναΐς ἐπινίσσεται· αἰ δ ̓ ἂν ἀφέρπῃ,
χώ τὰς βῶς βόσκων χαἱ βόες αὐότεραι.

ΜΕΝΑΛΚΑΣ.

Ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὦ βάθος ὕλας
Χοἱ μὲν παῖδες ἄειδον, ὁ δ ̓ αἰπόλος ἤθελε κρίνειν.

44

41

42

43

29 50

65

μυρίον, ὦ σιμαὶ δεῦτ ̓ ἐφ ̓ ὕδωρ ἔριφοι· ἐν τήνῳ γὰρ τῆνος· ἴθ ̓ „ὦ καλὲ“ καὶ λέγε „Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.“

[blocks in formation]

60

65

70

ΜΕΝΑΛΚΑΣ.

Μή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·

ἀλλ ̓ ὑπὸ τᾷ πέτρα τᾶδ ̓ ἄσομαι ἀγκὰς ἔχων τυ,

σύννομα μᾶλ ̓ ἐσορῶν τὰν Σικελάν τ ̓ ἐς ἅλα.

ΔΑΦΝΙΣ.

Δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ ̓ αὐχ

μός,

ὄρνισιν δ ̓ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,
οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.

Ταῦτα μὲν ὧν δι ̓ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
τᾶν πυματᾶν δ ̓ ᾠδᾶν οὑτῶς ἐξᾶρχε Μενάλκας.

ΜΕΝΑΛΚΑΣ.

Φείδευ τᾶν στερίφων, φείδεν λύκε τᾶν τοκάδων μευ,
μηδ ̓ ἀδίκει μ ̓, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
Ταὶ δ ̓ ὄΐες, μηδ ̓ ὑμὲς ὀκνεῖθ ̓ ἁπαλᾶς κορέσασθαι
ποίας· οὔτι καμεῖσθ ̓, ὅκκα πάλιν ὧδε φύηται.

55

60

65

Σίττα νέμεσθε νέμεσθε, τὰ δ ̓ οὔθατα πλήσατε πᾶσαι,
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ ̓ ἐς ταλάρως ἀποθῶμαι. 70

50

[blocks in formation]

Δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ ̓ ἀείδεν·

ΔΑΦΝΙΣ.

Κἤμ ̓ ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν εἶμεν ἔφασκεν·
Οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτᾷ,
ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἶρπον.
̔Αδεῖ ̓ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα ̇
ἁδὺ δὲ χὰ θέρεος παρ ̓ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
Τᾷ δρυΐ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
τᾷ βοΐ δ ̓ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.

Ὣς οἱ παῖδες ἄεισαν, ὁ δ ̓ αἰπόλος ὧδ ̓ ἀγόρευεν·
ἁδύ τι τὸ στόμα τοι καὶ ἐφίμερος ὦ Δάφνι φωνά.
κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.
λάζεο τᾶς σύριγγος· ἐνίκασας γὰρ ἀείδων.
αἰ δὲ τι λῆς με καὶ αὐτὸν ἅμ ̓ αὐπολέοντα διδάξαι,
τήναν τὰν μιτύλαν δωσῶ τα δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.“

Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὕτω κ ̓ ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
ἕτερος, οὕτω κα νύμφα δμαθεῖσ ̓ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.

ἡδὺ δὲ χώ μόσχος γαρύεται, ἁδὺ δὲ χὰ βῶς.

75

76

78

80

85

90

77

5

10

Idyll. IX.*

Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας.

Βουκολιάζεο Δάφνι, τὺ δ ̓ ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
χοἳ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλοισι πλανῶντο
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἔκ ποθεν, ἄλλοθε δ ̓ αὖτις ὑποκρίνοιτο Μενάλκας.

ΔΑΦΝΙΣ.

̔Αδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χὰ βῶς,
ἁδὺ δὲ χὰ σῦριγξ, χώ βουκόλος ἁδὺ δὲ κἠγών.
ἔστι δέ μοι παρ ̓ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας)
λίψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τι πατρὸς μύθων καὶ ματρὸς ἀκούει.

Οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.

ΜΕΝΑΛΚΑΣ.

15 Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτρῃσιν· ἔχω δέ τοι, ὅσσ ̓ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄϊς, πολλὰς δὲ χιμαίρας,
ὦ μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζέει, ἐν πυρὶ δ ̓ αὖαι
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ ̓ ὅσον αὥραν
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.

20

26

Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός, αὐτοφυῆ, τὰν δ ̓ οὐδ ̓ ἂν ἴσως μωμάσατο τέκτων', τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὦ κρέας αὐτός

5

10

15

20

25

« ForrigeFortsæt »