Billeder på siden
PDF
ePub

10

66

φαμί τυ νικασεῖν, ὅσσον θέλω, αὐτὸς ἀείδων.
τὸν δ ̓ ἄρα χώ Δάφνις τοιῷδ ̓ ἀμείβετο μύθῳ·
ποιμὴν εἰροπόκων οΐων συριγκτὰ Μενάλκα,
οὔποτε νικασεῖς μ', οὐδ ̓ εἴ τι πάθοις τύγ ̓ ἀείδων.“ 10

ΜΕΝΑΛΚΑΣ.

Χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;

ΔΑΦΝΙΣ.

Χρήσδω τοῦτ ̓ ἐσιδεῖν, χρήσδω καταθεῖναι ἄεθλον.

ΜΕΝΑΛΚΑΣ.

Καὶ τίνα θησεύμεσθ', ὅτις ἁμὶν ἄρκιος εἴη;

ΔΑΦΝΙΣ.

Μόσχον ἐγὼ θησῶ· τὸ δὲ θὲς ἰσομάτορα ἀμνόν.

ΜΕΝΑΛΚΑΣ.

15 Οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ χὰ μάτηρ, τὰ δὲ μᾶλα ποθ ̓ ἕσπερα πάντ' ἀριθμοῦντι.

ΔΑΦΝΙΣ.

ἀλλὰ τί μὰν θησεῖς; τί δέ τυ πλέον ἑξεῖ ὁ νικῶν;

ΜΕΝΑΛΚΑΣ.

Σύριγγ ̓ ἂν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν· 20 ταύταν κα θείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.

25

ΔΑΦΝΙΣ.

Η μάν τοι κ γω σύριγγ ̓ ἔχω ἐννεάφωνον,

λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξ'· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ
τοῦτον, ἐπεὶ κάλαμος ἑ διασχισθεὶς διέτμαξεν.

ΜΕΝΑΛΚΑΣ.

̓Αλλὰ τίς ἁμὲ κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;

BUCOL. GR.

3

15

20

25

30

35

40

45

ΔΑΦΝΙΣ.

Τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες,
ὦ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φαλαρὸς ὑλακτεῖ.

Χοἱ μὲν παῖδες ἄϋσαν, ὁ δ ̓ αἰπόλος ἦνθ ̓ ἐπακοῦσαι. 28 πρᾶτος δ ̓ ὧν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,

ων

εἶτα δ ̓ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.
ΜΕΝΑΛΚΑΣ.

Αγκεα και ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχ ̓ ὁ συριγκτὰς προσφιλὲς ᾆσα μέλος,
βόσκοιτ ̓ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκ ̓ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
ΔΑΦΝΙΣ.

Κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίζω Δάφνις ταῖσιν ἀηδονίσι,

τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας
τεῖδ ̓ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.

ΜΕΝΑΛΚΑΣ.

Ἔνθ ̓ οἷς, ἔνθ ̓ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμάνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,

ἔνθ ̓ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἱ δ ̓ ἂν ἀφέρπῃ,
χω ποιμὴν ξηρὸς τηνόθι χαί βοτάναι.

ΔΑΦΝΙΣ.

Παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πιδῶσιν, καὶ τὰ νέα τρέφεται,
ἔνθα καλὰ Ναῖς ἐπινίσσεται· αἱ δ ̓ ἂν ἀφέρπῃ,
χὼ τὰς βῶς βόσκων χαί βόες αὐότεραι.

ΜΕΝΑΛΚΑΣ.

Ὦ τράγε, τῶν λευκᾶν αἰγῶν ἄνερ, ὦ βάθος ὕλας

Χοἱ μὲν παῖδες ἄειδον, ὁ δ ̓ αἰπόλος ἤθελε κρίνειν.

30

35

40

45

46

47

44

41

42

43

29

50

55

μυρίον, ὦ σιμαὶ δεῦτ ̓ ἐφ ̓ ὕδωρ ἔριφοι·

99

66

[ocr errors]

ἐν τήνῳ γὰρ τῆνος· ἔθ ̓, ὦ καλὲ καὶ λέγε Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.“

[blocks in formation]

50

60

65

70

ΜΕΝΑΛΚΑΣ.

Μή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
ἀλλ ̓ ὑπὸ τᾷ πέτρα τᾷδ ̓ ἄσομαι ἀγκὰς ἔχων τυ,
σύννομα μᾶλ ̓ ἐσορῶν τὴν Σικελάν τ ̓ ἐς ἅλα.

ΔΑΦΝΙΣ.

Δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ ̓ αὐχ μός,

ὄρνισιν δ' ΐσπλαγξ, ἀγροτέροις δὲ λίνα,

ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὸ γυναικοφίλας.

Ταῦτα μὲν ὧν δι ̓ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τῶν πυματᾶν δ ̓ ᾠδᾶν οὑτῶς ἐξῆρχε Μενάλκας.

ΜΕΝΑΛΚΑΣ.

55

65

Φείδεν τῶν στερίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
μηδ ̓ ἀδίκει μ', ὅτι μικκὸς ἐν πολλαῖσιν ὁμαρτέω.
Ο Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
Ταὶ δ ̓ ὄτες, μηδ' ὑμὲς ὀκνεῖθ ̓ ἁπαλᾶς κορέσασθαι
ποίας· οὔτι καμεῖσθ ̓, ὅκκα πάλιν ὧδε φύηται.
Σίττα νέμεσθε νέμεσθε, τὰ δ ̓ οὔθατα πλήσατε πᾶσαι,
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ ̓ ἐς ταλάρως ἀποθῶμαι. το

Δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ ̓ ἀείδεν·

ΔΑΦΝΙΣ.

75 Κἤμ ̓ ἐκ τῶ ἄντρω συνοφρυς κόρα ἐχθὲς ἰδοῖσα τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν εἶμεν ἔφασκεν· Οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτῷ, ἀλλὰ κάτω βλέψας τὰν ἡμετέραν ὁδὸν εἶρπον.

80

85

90

95

Αδεῖ ἡ φωνὰ τᾶς πόρτιος, ἡδὺ τὸ πνεῦμα·
ἡδὺ δὲ χά θέρεος παρ ̓ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
Τα δρυῒ ταὶ βάλανοι κόσμος, τα μαλίδι μᾶλα,
τῷ βοϊ δ ̓ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.

Ὣς οἱ παῖδες ἄεισαν, ὁ δ ̓ αἰπόλος ὧδ ̓ ἀγόρευεν· ,, δύ τι τὸ στόμα τοι καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάξει τᾶς σύριγγος· ἐνίκασας γὰρ ἀείδων.

αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ ̓ αἰπολέοντα διδάξαι,
τήναν τὴν μιτύλαν δωσῶ τα δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλῆς αἰεὶ τὸν ἀμολγέα πληροί.

66

Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὕτω κ' ἐπὶ ματέρι νεβρὸς ἄλοιτο.
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπα
ἕτερος, οὕτω κα νύμφα διαθεῖσ ̓ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.

ἡδὺ δὲ χώ μόσχος γαρύεται, ἡδὺ δὲ τὰ βῶς.

75

76

78

80

85

90

77

5

10

Idyll. IX.*

Βουκολιασταί Δάφνις καὶ Μενάλκας.
Βουκολιάζει Δάφνι, τὸ δ ̓ ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
χοἃ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλοισι πλανώντο
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὸ βουκολιάζευ
ἔκ ποθεν, ἄλλοθε δ ̓ αὖτις ὑποκρίνοιτο Μενάλκας.

ΔΑΦΝΙΣ.

Αδὺ μὲν ἁ μόσχος γαρύεται, ἡδὺ δὲ τὰ βῶς,
ἡδὺ δὲ τὰ σύριγξ, χώ βουκόλος ἡδὺ δὲ κἠγών.
ἔστι δέ μοι παρ ̓ ὕδωρ ψυχρόν στιβάς, ἐν δὲ νένασται
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λιψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φούγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τι πατρὸς μύθων καὶ ματρὸς ἀκούει.

Οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.
ΜΕΝΑΛΚΑΣ.

15 Αίτνα μᾶτερ ἐμά, κἀγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτρῃσιν· ἔχω δέ τοι, ὅσσ ̓ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαιρας,
ὦ μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζέει, ἐν πυρὶ δ ̓ αὖαι
φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδ ̓ ὅσον ἄραν
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος.

20

26

Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτραφεν ἀγρός, αὐτοφυῆ, τὴν δ ̓ οὐδ ̓ ἂν ἴσως μωμάσατο τέκτων, τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὦ κρέας αυτός

5

10

15

20

25

« ForrigeFortsæt »