Billeder på siden
PDF
ePub

5

10

15

20

ΛΑΚΩΝ.

Οὐκ ἀπὸ τᾶς κράνας σίττ ̓ ἀμνίδες; οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν,

ΚΟΜΑΤΑΣ.

Τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
ἐκτάσα σύριγγα; τί δ ̓ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

ΛΑΚΩΝ.

Τάν μοι ἔδωκε Λύκων ὤλεύθερε. τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας πόκ ̓ ἔβαν νάκος; εἰπὲ Κομᾶτα ̇
οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἧς τι ἐνεύδειν.

ΚΟΜΑΤΑΣ.

Τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ ̓ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ ̓ ὦ κακὲ καὶ τόκ ̓ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

ΛΑΚΩΝ.

Οὐ μαὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
τὰν βαίταν ἀπέδυσ ̓ ὁ Καλαίθιδος, ἢ κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.

ΚΟΜΑΤΑΣ.

Οὐ μὰν οὐδ ̓ αὐτὰς τὰς λιμνάδας ὤγαθὲ Νύμφας,
αϊτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψα Κομάτας.

ΛΑΚΩΝ.

Αἰ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε ̓ ἀροίμαν.
ἀλλ ̓ ὧν αἴκα λῆς ἔριφον θέμεν, ἔστι μὲν οὐδέν
ἱερόν, ἀλλ ̓ ἄγε τοι διαείσομαι, ἕστέ κ ̓ ἀπείπῃς.

ΚΟΜΑΤΑΣ.

Ὣς ποτ ̓ ̓Αθαναίαν ἔριν ἤρισεν. ἡνίδε κεῖται
ὥριφος· ἀλλ ̓ ἄγε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ὅρισδε.

6

10

15

20

ΛΑΚΩΝ.

25

Καὶ πῶς ὦ κίναιδε τάδ ̓ ἔσσεται ἐξ ἴσω ἁμίν;
τίς τρίχας ἀντ ̓ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ ̓ ἀμέλγειν;

25

ΚΟΜΑΤΑΣ.

30

Ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔτι
ὥριφος ἰσοπαλής τοι, ἴδ ̓ τράγος οὗτος ἐρίσδει

30

35

40

45

ΛΑΚΩΝ.

Μὴ σπεῦδ ̓· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ἀσῇ
τεῖδ ̓ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει
ποία χὰ στιβὰς ἆδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.

ΚΟΜΑΤΑΣ.

̓Αλλ ̓ οὔτι σπεύδω· μέγα δ ̓ ἄχθομαι, εἰ τύ με τολμῇς 35
ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ ̓ ἐόντα
παῖδ ̓ ἔτ ̓ ἐγὼν ἐδίδασκον. ἴδ ̓ ἁ χάρις εἰς τί ποθέρπει.
θρέψαι κα λυκιδεῖς, θρέψαι κυνάς, ὥς φάγωντι.

ΛΑΚΩΝ.

Καὶ πόκ ̓ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ

ἀκούσας

μέμναμ ̓; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὕτως. 40

ΚΟΜΑΤΑΣ.

̔Ανίκ ̓ ἐπύγιζόν τυ, τὺ δ ̓ ἄλγεες· αἱ δὲ χίμαιραι
αἶδε κατεβλαχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.

ΛΑΚΩΝ.

Μὴ βάθιον τήνω πυγίσματος ὗβε ταφείης.

ἀλλὰ γὰρ ἔρφ ̓, ὧδ ̓ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

ΚΟΜΑΤΑΣ.

Οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος,

46

50

55

60

65

ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι·
ἔνθ ̓ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δ ̓ ἐπὶ δένδρει
ὄρνιθες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνως.

ΛΑΚΩΝ.

μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,
αἴκ ̓ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος

ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

ΚΟΜΑΤΑΣ.

Αἰ δὲ γέ κα τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχων ̓ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνεᾶν.
στασῶ δ ̓ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί ̓ ἐχοίσας.

ΛΑΚΩΝ.

Αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάζευ·
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἁμέ,
τίς κρινεῖ; αἴθ ̓ ἔνθοι πόθ ̓ ὁ βουκόλος ὧδ ̓ ὁ Αυ-

· κώπας.

ΚΟΜΑΤΑΣ,

Οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῆς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας
τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.

Βωστρέωμες.

ΛΑΚΩΝ.

ΚΟΜΑΤΑΣ.

Τὺ κάλει υιν.

ΛΑΚΩΝ.

Ἰὼ ξένε μικκὸν ἄκουσον

[ocr errors][merged small][merged small][merged small]

70

75

80

85

τεῖδ ̓ ἐνθών· ἁμὲς γὰρ ἐρίσδομες, ὅστις ἀρείων
βουκολιαστάς ἐστι. τὺ δ ̓ ὦ φίλε μήτ ̓ ἐμὲ Μόρσων
ἐν χάριτι κρίνῃς, μήτ ̓ ὧν τύγα τοῦτον ὀνάσῃς.

ΚΟΜΑΤΑΣ.

Ναὶ ποτὶ τῶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ
τὸ πλέον εὐθύνῃς, μήτ ̓ ὧν τύγα τῷδε χαρίξῃ.
ἆδέ τοι & ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.

ΛΑΚΩΝ.

Μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα
αἴτ ̓ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

ΚΟΜΑΤΑΣ.

Βέντισθ ̓ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ ̓ ἀγορεύω
κοὐδὲν καυχῶμαι· τύ γε μὰν φιλοκέρτομος ἐσσί.

ΛΑΚΩΝ.

Εἶα λέγ ̓, εἴ τι λέγεις, καὶ τὸν ξένον εὖ πάλιν αὖθις
ζῶντ ̓ ἄφες· ὦ Παιάν, στωμύλος ἦσθα Κομᾶτα.

(Βουκολιασμός).

ΚΟΜΑΤΑΣ.

Ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον τὸν ἀοιδόν
Δάφνιν· ἐγὼ δ ̓ αὐταῖς χιμάρως δύο πρᾶν ποκ ̓

ἔθυσα.

ΛΑΚΩΝ.

Καὶ γὰρ ἔμ ̓ ὁ ̓Απόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ

κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

ΚΟΜΑΤΑΣ.

Πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
καί μ ̓ ἁ παῖς ποθορῶσα τάλανλέγει „αὐτὸς ἀμέλ-

70

75

80

[blocks in formation]

90

95

100

105

ΛΑΚΩΝ.

Φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

ΚΟΜΑΤΑΣ.

Βάλλει καὶ μάλοισι τὸν αἰπόλον & Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάζει.

ΛΑΚΩΝ.

Κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει· λιπαρὰ δὲ παρ ̓ αὐχένα σείετ ̓ ἔθειρα.

ΚΟΜΑΤΑΣ.

̓Αλλ ̓ οὐ σύμβλητ ̓ ἐστὶ κυνόσβατος οὐδ ̓ ἀνεμώνα
πὰρ ῥόδα, τῶν ἄνδηρα· τὰ δ ̓ αἱμασιαῖσι πεφύκει.

ΛΑΚΩΝ.

Οὐδὲ γὰρ οὐδ ̓ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι
λειτὸν ἀπὸ πρίνοιο λεπύριον, αἳ δὲ μελιχραί.

ΚΟΜΑΤΑΣ.

Κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει.

ΛΑΚΩΝ.

̓Αλλ ̓ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πεξῶ
τὰν οὖν τὰν πέλλαν, Κρατίδα δωρήσομαι αὐτός.

ΚΟΜΑΤΑΣ.

Σίττ ̓ ἀπὸ τᾶς κοτίνω ταὶ μακάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρίκαι.

ΛΑΚΩΝ.

Οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος Κώναρος τε Κιναίθα;
τουτεῖ βοσκησεῖσθε ποτ ̓ ἀντολάς, ὡς ὁ Φάλαρος.

ΚΟΜΑΤΑΣ.

Ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.

90

95

100

105

« ForrigeFortsæt »