Billeder på siden
PDF
ePub

110

115

120

125

νώμασκεν μακέλην· περὶ δ ̓ ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
Ιφικλέης μεγάθυμος ἐπ ̓ οὔδεϊ κάππεσ ̓ ὀλισθών
πρὶν ἐλθεῖν, οὐδ ̓ ὀρθὸς ἀναστῆναι δύνατ ̓ αὖτις,
ἀλλ ̓ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ ̓ ἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπές

110

[blocks in formation]

Τὸν δ ̓ ὁ γέρων προσέειπε βοῶν ἐπίουρος ἀροτρεύς
παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·

[ocr errors]

Ἐκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ ̓ ἐρεείνεις,
Ἑρμέω ἁζόμενος δεινὴν ἔπιν εἰνοδίοιο·

5 τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολώσθαι,

εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.

ποῖμναι μὲν βασιλῆος ἐΰτριχες Αὐγείας

5

[blocks in formation]

οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ ̓ ἕνα χῶρον·

ἀλλ ̓ αἳ μέν ῥα νέμονται ἐπ ̓ ὄχθαις ἀμφ' Ελισοῦντος,

αἳ δ ̓ ἱερὸν θείοιο παρὰ ῥόον Αλφειοίο,

αἳ δ ̓ ἐπὶ Βουπρασίου πολυβότρυος, αἳ δὲ καὶ ὧδε·

χωρὶς δὲ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.

αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης

πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι

Μηνίου ἀμ μέγα τῖφος, ἐπεὶ μελιηδέα ποίην

λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε

εἰς ἅλις, ἅ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.

αὖλις δέ σφισιν ὧδε τεῆς ἐπὶ δεξιά χειρός

φαίνεται εὖ μάλα πᾶσι πέρην ποταμοίο ῥέοντος,

κείνῃ ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι

χλωρή τ ̓ ἀγριέλαιος, Απόλλωνος νομίοιο

ἱρὸν ἄγαλμ ̓ ὦ ξεῖνε, τελειοτάτοιο θεοῖο.

εὐθὺς δὲ σταθμοὶ περιμήκεις ἀγροιώταις

δέδμηνθ', οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον

ῥυόμεθ ̓ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν

ἔσθ' ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.

οὔρους μὴν ἴσχουσι φυτοσκάφοι οἱ πολύεργοι,

ἐς ληνοὺς δ ̓ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.

πᾶν γὰρ δὴ πεδίον τόδ ̓ ἐπίφρονος Αὐγείας,

πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,

μέχρι ἐπ' ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,

ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,

ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετ ̓ ἐπ ̓ ἀγροῦ.

ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ

ἔσσεται, οὗτινος ὧδε κεχρημένος ειλήλουθας,

ἠέ τι Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου

[merged small][ocr errors][merged small][merged small][merged small][merged small]

κε τὸ μὲν εἴποιμι, τὸ δ ̓ ἐκ φαμένοιο πυθοίμην.

ἄλλου δ ̓ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.

Τὸν δ ̓ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·
Αθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδ ̓ ἱκάνεις,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,

[ocr errors]

75

80

85

90

95

100

ἄγριον ἀσπάζοντο περίσσαινόν θ' ἑτέρωθεν.
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθονὸς ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ ̓ ὑλαγμοῦ,
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αδὲν ἔρυντο
αὖλιν κού παρεόντος· ἔπος δ ̓ ὅγε τοῖον ἔειπεν·

Ω πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιπειθές.
εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
ᾔδει δ ̓, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
νῦν δὲ λίην ζάκοτόν τι καὶ ἀρρηνὲς γένετ' αὕτως.“
Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ τωὐλίον ἕξον ιόντες.

[blocks in formation]

Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
δείελον ἦμαρ ἄγων· τὰ δ ̓ ἐπήλυθε πίονα μῆλα
ἐκ βοτάνης ἀνιόντα μετ' αὐλία τε σηκούς τε.
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ ̓ ἄλλαις
ἐρχόμεναι φαίνονθ ̓ ὡσεὶ νέφη υδατόεντα,
ἅσσά τ ̓ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο·

τῶν μέν τ ̓ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ' ιόντων,
οὐδ ̓ ἄνυσις· τόσα γάρ τε μέγα προτέρωσε κυλίνδει
ὃς ἀνέμου, τὰ δέ τ' ἄλλα κορύσσεται αὖτις ἐπ' ἄλλοις
τόσσ' αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι ̓ ᾔει.

-

[ocr errors]
[ocr errors]

πᾶν δ ̓ ἄρ ̓ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης — στείνοντο δὲ πίονες ἀγροί
μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων, ὅτες δὲ κατ ̓ αὐλὰς ηὐλίζοντο.
ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ εόντων
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·
ἀλλ ̓ ὃ μὲν ἀμφὶ πόδεσσιν ἐϋτμήτοισιν ἱμᾶσι

75

80

85

90

95

100

αυ

[ocr errors]

κωλοπέδας ἀράρισκε περισταδόν, ἐγγὺς ἀπέργων·
ἄλλος δ ̓ αὖ νέα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει

πινέμεναι λαροῖο μεμαότα πάγχυ γάλακτος,

ἄλλος ἀμόλγιον εἶχ ̓, ἄλλος τρέφε πίονα τυρόν,

ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.

Αὐγείης δ ̓ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους,

ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,

σὺν δ' υἱός τε βίη τε βαθύφρονος Ἡρακλῆος

ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.

ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμόν

Αμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεί

ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον

εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐλπει

ἀνδρὸς ληίδ ̓ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ ̓ ἄλλων,

οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.

Ἠέλιος δ ̓ ᾧ παιδὶ τόγ ̓ ἔξοχον ὤπασε δῶρον,

ἀφνειον μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,

καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα

ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου

βουκολίοις, αἵτ ̓ ἔργα καταφθείρουσι νομήων,

αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους

ἐξ ἔτεος γίνοντο μάλ ̓ εἰς ἔτος· ἡ γὰρ ἅπασαι

ζωοτόκοι τ ̓ ἦσαν περιώσια θηλυτόκοι τε.

ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ ̓ ἐστιχόωντο

κνήμαργοί θ ̓ ἕλικές τε, διηκόσιοι γέ μεν ἄλλοι

φοίνικες· πάντες δ ̓ ἐπιβήτορες οἴγ ̓ ἔσαν ἤδη.

ἄλλοι δ ̓ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο

ἱεροὶ Ἠελίοιο· χρόην δ ̓ ἔσαν ἠΰτε κύκνοι

ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν·

οἳ καὶ ἀτιμαγέλαι βόσκοντ ̓ ἐριθηλέα ποίην

ἐν νομῷ, ὧδ ̓ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντες.

καί ῥ ̓ ὁπότ ̓ ἐκ λασίοιο θεοὶ προγενοίατο θῆρες

« ForrigeFortsæt »