ῥέξω πόρτινἜρωτι καὶ αὐτὰν βοῦν ̓ Αφροδίτᾳ.
παρθένος ἔνθα βέβηκα, γυνὴ δ ̓ εἰς οἶκον ἀφέρπω.
ἀλλὰ γυνὴ μήτηρ, τεκέων τροφός, οὐκέτι κώρα.
Ὣς οἱ μὲν χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
ἀλλήλοις ψιθύριζον. ἀνύετο φώριος εὐνή.
χὴ μὲν ἀνεγρομένη σἴγ ̓ ἔστιχε μᾶλα νομεύειν
ὄμμασιν αἰδομένοις, κραδίη δέ οἱ ἔνδον ἰάνθη,
ὃς δ ̓ ἐπὶ ταυρείας ἀγέλας κεκορημένος εὐνᾶς.
Idyll. VIII. (Mosch. IV.)
Μεγάρα.
„Μῆτερ ἐμή, τίφθ ̓ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ ̓ ἔρευθος
σώζετ ̓ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
ἦρ ̓ ὅ τοι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱός
ἀνδρὸς ὕπ ̓ οὐτιδανοῖο, λέων ὡσείθ ̓ ὑπὸ νεβροῦ;
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμασσαν
ἀθάνατοι; τί νύ μ ̓ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
δύσμορος, ἥτ ̓ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
ἠδ ̓ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
τοῦ δ ̓ οὔτις γένετ ̓ ἄλλος ἀποτμότερος ζωόντων,
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
σχέτλιος, ὃς τόξοισιν, ἃ οἱ πόρεν αὐτὸς ̓Απόλλων
ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,