Billeder på siden
PDF
ePub

60

δ' Τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε;

τίς δ ̓ ἐπὶ σοῖς καλάμοις θήσει στόμα ; τίς θρασὺς οὕ

τως;

εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
ἀχω δ ̓ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ ̓ ἀοιδᾶς.
Πανὶ φέρω τὸ μέλισμα; τάχ ̓ ἂν καὶ κεῖνος ἐρεῖσαι
τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

55 δ ́ Κλαίει καὶ Γαλάτεια τὸ σὸν τέλος, ἅν ποκ ̓ ἔτερπες
ἑζομέναν πρὸς σεῖο παρ' ἠιόνεσσι θαλάσσας.
οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν
ἁ καλὰ Γαλάτεια, σὲ δ ̓ ἅδιον ἔβλεπεν ἅλμας.
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
ἕζετ ̓ ἐρημαίῃσι, βοᾶς δέ τι σεῖο νομεύει.

60

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοΐσαι.

έ Παντά τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν, παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων, καὶ στυγνὸν περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.

[blocks in formation]

70

75

[blocks in formation]

ἁ Κύπρις, φιλέει δὲ πολὺ πλέον ἢ τὸ φίλημα,
τὸ πρώαν τὸν ̓Αδωνιν ἀποθνάσκοντα φίλησεν.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

55

60

65

70

71

γιαν

ε Τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος, τοῦτο Μέλη νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος, τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, και σε λέγοντι Syra μύρασθαι καλὸν υἷα πολυκλαύτοισι δεέθροις, πᾶσαν δὲ πλῆσαι φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον υἱέα δακρύεις, καινῷ δ ̓ ἐπὶ πένθει τάκῃ.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

5 ̓Αμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε

BUCOL. GR.

8

75

[blocks in formation]

Παρασίδος κράνας, ὃ δ ̓ ἔχεν πόμα τῆς ̓Αρεθούσας.
χῶ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα

καὶ Θέτιδος μέγαν υἷα καὶ Ατρείδαν Μενέλαον·
κεῖνος δ ̓ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ ̓ ἔμελπε,
καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,

καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
ἔτρεφεν ἐν κόλποισι καὶ ᾕρεε τὰν Αφροδίταν.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

5 Πᾶσα Βίων θρηνεῖ σε κλυτὴ πόλις, ἄστεα πάντα.
Ασκρη μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες λαι
οὐ τόσον Αλκαίῳ περιμήνατο Λέσβος ἐραννά·
οὐδὲ τόσον τὸν ἀοιδὸν ἐμύρατο Τήϊον ἄστυ

σὲ πλέον ̓Αρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφοῦς
εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ὁ Μυτιλάνα.

*

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοίσαι.

80

85

90

93

100

ἐν δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς,

πάντες ὅσοις καπυρὸν τελέθει στόμα βωκολιασταί
ἐκ μοισῶν σέο πότμον ἀνακλαίουσι θανόντος.
κλαίει Σικελίδας τὸ Σάμου κλέος· ἐν δὲ Κύδωσιν
ὁ πρὶν μειδιόωντι σὺν ὄμματι φαιδρὸς ἰδέσθαι
δάκρυα νῦν Λυκίδας κλαίων χέει· ἔν τε πολίταις
Τριοπίδαις ποταμῷ θρηνεῖ παρ' Αλεντι Φιλητᾶς.

100

94

105

110

115

120

125

130

[ocr errors]

βουκολικᾶς ἀλλ ̓, ἅντε διδάξαο σεῖο μαθητάς, κλαρονόμος μώσας, τᾶς Δωρίδος· ᾧ με γεραίρων ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ ̓ ἀπέλειπες ἀοιδάν. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ξ Αἰαὶ ταὶ μαλάχαι μὲν ἐπὰν κατὰ κᾶπον ὄλωνται, ἠδὲ τὰ χλωρὰ σέλινα τό τ ̓ εὐθαλὲς οὖλον ἄνηθον, ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι ἄμμες δ' οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες, ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ ενδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον. καὶ σὺ μὲν ὧν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ, ταῖς Νύμφαισι δ ̓ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾄδειν. πῶς δ ̓ ἐγὼ οὐ φθονέοιμι; τὸ γὰρ μέλος οὐ καλὸν

ᾄδει.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. α ́ Φάρμακον ἦλθε Βίων ποτὶ σὸν στόμα φαρμακοειδές. πῶς τευ τοῖς χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη; τίς δὲ βροτός, τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι ἢ δοῦναι λαλέοντι τὸ φάρμακον, οὐ φύγεν ὠδάν; ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ̓Αλλὰ Δίκα κίχε πάντα. ἐγὼ δ ̓ ἐπὶ πένθει τῷδε δάκρυσι καὶ τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ, ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ' Οδυσσεύς,

105

110

115

120

ὡς πάρος ̓Αλκείδας, κἀγὼ τάχ ̓ ἂν ἐς δόμον ἦλθον
Πλουτέος, ὥς κέ σ ̓ ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδῃ, 125
ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ ̓ ἔτι Κώρα
Σικελικόν τι λίγαινε καὶ ἁδύ τι βουκολιάζει.
καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
ἀόσι, καὶ μέλος ᾔδε τὸ Δώριον· οὐκ ἀγέραστος
ἐσσεῖθ ̓ ἁ μολπά, χὡς Ὀρφέϊ πρόσθεν ἔδωκεν

130

ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,

καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγών
συρίσδων δυνάμαν, παρὰ Πλουτέ κ' αὐτὸς ἄειδον.

[blocks in formation]

Idyll. II. (Theocr. XX.)

Β ου κολ ί σ κ ο ς.

Εὐνείκα μ ̓ ἐγέλασσε θέλοντά μιν ἡδὺ φιλῆσαι,
και μ' ἐπικερτομέοισα τάδ ̓ ἔννεπεν· Ερρ ̓ ἀπ' ἐμεῖο.
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλ ̓ ἀστικὰ χείλεα θλίβειν.
μὴ τύγέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδ' ἐν ὀνείροις. 5
οἷα βλέπεις· ὁπότ ̓ αὖ λαλέεις, ὡς ἀστικὰ παίσδεις,
ὡς τρυφέρ ̓ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
χείλεα του νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,

καὶ κακὸν ἐξόσδεις. ἀπ ̓ ἐμεῦ φύγε, μή με μολύνῃς.“ 10
τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,

καί μ' ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τω πόδε συνεχὲς εἶδε
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
καὶ πολὺ τῷ μορφᾷ θηλύνετο, και τι σεσαρός

καὶ σοβαρόν μ' ἐγέλασσεν. ἐμοὶ δ ̓ ἄφαρ ἔζεσεν αἷμα, 15
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσα.
χἃ μὲν ἔβα με λιποῖσα· φέρω δ ̓ ὑποκάρδιον ὀργάν,
οττί με τον χαρίεντα κακὰ μωμήσαθ ̓ ἑταίρα.
ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
ἀρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἡδὺς ἴουλος
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ ̓ ἐπύκαζεν ὑπήναν,
χαῖται δ ̓ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,

20

25

30

35

40

45

καὶ λευκὸν τὸ μέτωπον ἐπ' ὀφρύσι λάμπε μελαίναις·
ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν ̓Αθάνας,
καὶ δέμας αὖ πακτᾶς λιπαρώτερον, ἐκ στομάτων δέ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
ἡδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κὴν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
καὶ πᾶσαι καλόν με κατ ̓ ὤρεα φαντὶ γυναῖκες,
καὶ πᾶσαί με φιλεῦντι· τὰ δ ̓ ἀστικά μ ̓ οὐκ ἐφίλησεν,
ἀλλ ̓, ὅτι βουκόλος ἐμμὶ, παρέδραμεν. ἦ οὔποτ ̓
ἀκούει,

25

30

χὼ καλὸς ὡς Διὸς υἱὸς ἐν ἄγκεσι πόρτιν ἔλαυνεν ;
οὐκ ἔγνω δ ̓, ὅτι Κύπρις ἐπ ̓ ἀνέρι μήνατο βούτα
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὥρεσι, καὖ τὸν Αδωνιν 35
ἐν δρυμοῖσι φίλησε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν;
Ενδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅντε Σελάνα
βουκολέοντα φίλησεν, ἀπ ̓ Οὐλύμπω δὲ μολοῖσα
λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ὁμὰ παιδὶ κάθευδε.
καὶ τὸ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τύ
ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
Εὐνείκα δὲ μόνον τὸν βουκόλον οὐκ ἐφίλησεν,
& Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
μηκέτι μηδ' ὦ Κύπρι τὸν ἁδέα μήτε κατ ̓ ἄστυ
μήτ' ἐν ὄρει φιλέοι, μούνη δ ̓ ἀνὰ νύκτα καθεύδοι.

40

45

Idyll. III. (Theocr. XXI.)

Αλιείς.

Α πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.

« ForrigeFortsæt »