Billeder på siden
PDF
ePub

155

160

165

τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.“
Ὣς φάτο· τὴν δ ̓ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
Θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
αὐτός τοι Ζεύς εἰμι, καὶ ἐγγύθεν εἰ δοκέω μέν
ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
σὸς δὲ πόθος μ ̓ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
ἥ μ ̓ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήια σεῖο
ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,
οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.“
Ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. φαίνετο

μὲν δή

Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ ̓ αὐτίκα νύμφη.

[blocks in formation]

5

̔Α Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα – δραπετίδας ἐμός ἐστιν – ὁ μανύσας γέρας ἑξεῖς μισθόν τοι, τὸ φίλημα τὸ Κύπριδος· ἦν δ ̓ ἀγάγῃς νιν, οὐ γυμνὸν τὸ φίλημα, τὶ δ ̓ ὦ ξένε καὶ πλέον ἑξεῖς. ἔστι δ ̓ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μαθησῇ. χρῶτα μὲν οὐ λευκός, πυρὶ δ ̓ εἴκελος· ὄμματα δ ̓

αὐτῷ

δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·

5

καὶ Κρονίδῃ τέκε τέκνα καὶ αὐτίκα γείνετο μήτηρ.

150

155

160

162

10

15

20

25

οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
ἐν δὲ χολὰ νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς,
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ ̓ ἰταμὸν τὸ μέτωπον.
μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
βάλλει κεἰς ̓Αχέροντα καὶ εἰς ̓Αΐδεω βασιλῇα.
γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ ̓ ἄλλῳ,
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ ̓ ἄχρι φορεῖται.
καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ ̓ ἐντί
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἄμμε τιτρώσκει.
πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἃ δ ̓ ἀεὶ αὐτῷ
βαιὰ λαμπὰς ἐοῖσα τὸν ̔́Αλιον αὐτὸν ἀναίθει.
ἤν τις ἕλῃ τῆνον, δήσας ἄγε μηδ ̓ ἐλεήσῃς.
κὴν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ.
κὴν γελάῃ, τύ νιν ἕλκε. καὶ ἦν ἐθέλῃ σε φιλῆσαι,
φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσά μοι ὅπλα“,
μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.

10

15

20

25

Б

III. (V.)

Τὰν ὅλα τὰν γλαυκὰν ὅταν ὤνεμος ἀτρέμα βάλλῃ,
τὰν φρένα τὰν δειλὰν ἐρεθίζομαι, οὐδ ̓ ἔτι μοι γᾶ
ἐστὶ φίλα, ποθίει δὲ πολὺ πλέον ἅ με γαλάνα.
ἀλλ ̓ ὅταν ἀχήσῃ πολλὸς βυθοῖ, ὁ δὲ θάλασσα
κυρτον ἐπαφρίζῃ, τὰ δὲ κύματα μακρὰ μεμύκῃ,
ἐς χθόνα παπταίνω καὶ δένδρεα, τὰν δ ̓ ἅλα φεύγω,
γᾶ δέ μοι ἀσπαστά, χὰ δάσκιος εὔαδεν ὕλα,
ἔνθα καὶ ἢν πνεύσῃ πολὺς ὧνεμος, ἁ πίτυς ἄδει
κακὸν γριπεὺς ζώει βίον, ᾧ δόμος ἁ ναῦς,

5

10

[blocks in formation]

καὶ πόνος ἐστὶ θάλασσα, καὶ ἰχθύες ἁ πλάνος ἄγρα. 10
αὐτὰρ ἐμοὶ γλυκὺς ὕπνος ὑπὸ πλατάνῳ βαθυφύλλῳ,
καὶ παγᾶς φίλ ̓ ἐμοὶ τᾶς ἐγγύθεν ἆχον ἀκούειν,
τέρπει ψοφέοισα τὸν ἄγριον, οὐχὶ ταράσσει.

IV. (VI.)

5

Ἤρατο Πὰν ̓ Αχῶς τᾶς γείτονος, ἤρατο δ ̓ ̓Αχώ
σκιρτατᾶ Σατύρω, Σάτυρος δ ̓ ἐπεμήνατο Λύδα.
ὡς ̓Αχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν ̓Αχώ,
καὶ Λύδα Σατυρίσκον· Ἔρως δ ̓ ἔσμυχ ̓ ἐπαμοιβά.
ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ ̓ ἃ ποίει.
ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
στέργετε τὼς φιλέοντας, ἵν ̓ ἣν φιλέητε φιλῆσθε.

5

5

5

V. (VII.)

̓Αλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
ἔρχεται εἰς ̓Αρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν·
καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν
νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,
δ ̓ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.
κῶρος δειλοθέτας κακομάχανος αἰνὰ διδάσκων
καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.

VI. (VIII.)

Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ ̓ εἶχε κατωμαδίην,
καὶ ζεύξας ταλαεργὸν ὑπο ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
εἶπε δ ̓ ἄνω βλέψας αὐτῷ Διί· πῖσον ἀρούρας,
μή σε τὸν Εὐρώπης βοῦν ὑπ ̓ ἄροτρα βάλω.

5

5 5

10

15

INCERTORUM IDYLLIA.

Idyll. I. (Mosch. III.)
Ἐπιτάφιος Βίωνος.

Αϊλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
καὶ ποταμοὶ κλαίοιτε τον ιμερόεντα Βίωνα.
νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
ἄνθεα νῦν στυγνοῖσιν ἀποπνείοιτε κορύμβοις.
νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
λάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτὰς.

"Αρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. α ́ ̓Αδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις, νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς ̓Αρεθοίσας, ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. β ́ Στρυμόνιοι μύρεσθε παρ ̓ ὕδασιν αἴλινα κύκνοι, καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν, οἷαν ἐν ὑμετέροις ποτὲ κήδεσι γῆρυς ἄειδεν. εἴπατε δ ̓ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς."

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. 20 β ́ Κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, οὐκέτ ̓ ἐρημαίῃσιν ὑπὸ δρυσὶν ἥμενος ἄδει, ἀλλὰ παρὰ Πλουτῆι μέλος Ληθαῖον ἀείδει.

5

16

15

28 25

30

35

ὤρεα δ ̓ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἵ ποτε γαύρως
πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. γ' Σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς ̓ Απόλλων, καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι· καὶ Πᾶνες στοναχεῦντι τὸ σὸν τέλος, αἵ τε καθ ̓ ὕλαν Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο. ̓Αχὼ δ ̓ ἐν πέτρῃσιν ὀδύρεται, ὅττι σιωπῇ κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ ̓ ἐπ ̓ ὀλέθρῳ δένδρεα καρπὸν ἔριψε, τὰ δ ̓ ἄνθεα πάντ ̓ ἐμαράνθη. μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, κάτθανε δ ̓ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

25

30

35

40

45

γ ́ Οὐ τόσον εἰναλίῃσι παρ ̓ ᾐόσι μύρατο δελφίν, οὐδὲ τόσον ποκὰ κλαῦσεν ἐνὶ σκοπέλοισιν ἀητός, ἀλκυονὶς δ ̓ οὐ τόσσον ἐπ ̓ αἴγεσιν ἴαχε κῆυξ, οὐ τόσον οἰονόμοισιν ἐν ἄγκεσι παῖδα τὸν ̓Αοῦς ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος ἀδονίδες πᾶσαί τε χελιδόνες, ἃς ποκ ̓ ἔτερπεν, ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι δ ̓ ἐπὶ πρέμνοις ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ ̓ ὑπεφώνευν ὄρνιθες· λυπεῖσθ ̓ αἱ πενθάδες; ἀλλὰ καὶ ἡμεῖς." 50 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

38

40

43

45

47

οὐδὲ τόσον θρήνησεν ἀν ̓ ὤρεα μακρὰ χελιδών,
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ἀδεν.

ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.

39

41

42

46

« ForrigeFortsæt »