Billeder på siden
PDF
ePub

5

10

15

20

MOSCHI RELIQUIAE.

I.

Εύ ρ ώ π η.

Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἠώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων.
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατ ̓ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
̓Ασίδα τ ̓ ἀντιπέρην τε· φυὴν δ ̓ ἔχον οἷα γυναῖκες.
τῶν δ ̓ μὲν ξείνης μορφὴν ἔχεν, δ ̓ ἄρ ̓ ἐῴκει
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·

5

10

15

20

„ Τίς μοι τοιάδε φάσματ ̓ ἐπουρανίων προΐηλεν ;
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
ηδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,

طبع

25

30

35

40

30

τίς δ ̓ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
ὥς μ ̓ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή 25
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
Ὣς εἰποῦσ ̓ ἀνόρουσε, φίλας δ ̓ ἐπεδίζεθ ̓ ἑταίρας
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
τῇσιν ἀεὶ συνάθυρεν, ὅτ ̓ ἐς χορὸν ἐντύναιτο,
ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
ὁπότ ̓ ἐκ λειμῶνος ἐὕπνοα λείρι ̓ ἀμέργοι.
αἳ δὲ οἱ αἶψα φάανθεν· ἔχον δ ̓ ἐν χερσὶν ἑκάστη
ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
ἀγχιάλους, ὅθι τ ̓ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
θηητὸν μάλα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
ὃν Λιβύῃ πόρε δῶρον, ὅτ ̓ ἐς λέχος Ἐννοσιγαίου
ἤιεν· δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,
ἥτέ οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ ̓ Εὐρωπείῃ
μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον.
ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,

35

40

[merged small][ocr errors][merged small]

εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ ̓ οὐκ εἶχε γυναίην.
φοιταλέη δὲ πόδεσσιν ἐφ ̓ ἁλμυρὰ βαῖνε κέλευθα,
νηχομένῃ ἰκέλη· κυάνου δ ̓ ἐτέτυκτο θάλασσα.
δοιοῦ δ ̓ ἕστασαν ὑψοῦ ἐπ ̓ ὀφρύος αἰγιαλοῖο
φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
ἐν δ ̓ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί
πόρτιος Ἰναχίης, τὴν δ ̓ ἑπταπόρῳ παρὰ Νείλῳ
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ ̓ ἄρα πόρτις
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
ἀμφὶ δὲ δηνήεντος ὑπὸ στεφάνην ταλάροιο

45

50

55 610

Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο
̓́Αργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
τοῖο δὲ φοινήεντος ἀφ ̓ αἵματος ἐξανέτελλεν
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,
τάρσ ̓ ὃς ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς.
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.

60

85

70

75

80

85

Αἳ δ ̓ ἐπεὶ οὖν λειμῶνας ὃς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπ ̓ ἀλλοίοισι τότ ̓ ἄνθεσι θυμὸν ἔτερπον.
τῶν μὲν νάρκισσον ἐὔπνοον, δ ̓ ὑάκινθον,
ἢ δ ̓ ἴον, ἢ δ ̓ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ ̓ ἔραζε
λειμώνων ἐαροτρεφέων θάλε ̓ ἔσκε πετηλά.
αἳ δ ̓ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
δρέπτον ἐριδμαίνουσαι· ἀτὰρ μέσσῃσιν ἄνασσα,
ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν ̓Αφρογένεια.
οὐ μὴν δηρὸν ἔμελλεν ἐπ ̓ ἄνθεσι θυμὸν ἰαίνειν,
οὐδ ̓ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ ̓, ὡς ἐόλητο
θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
Κύπριδος, μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
παρθενικῆς τ ̓ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
οὐχ οἷος σταθμοῖς ἔνι φέρβεται, οὐδέ μεν οἷος
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
οὐδ ̓ οἷος ποίμνης ἔπι βόσκεται, οὐδέ μεν οἷος
ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
κύκλος δ ̓ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
ὄσσε δ ̓ ὑπὸ γλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.

65

70

75

80

85

ἶτά τ ̓ ἐπ ̓ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου

90

95

100

105

110

115

ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
ἤλυθε δ ̓ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθείς
παρθενικάς, πάσῃσι δ ̓ ἔρως γένετ ̓ ἐγγὺς ἱκέσθαι,
ψαῦσαι δ ̓ ἱμερτοῖο βοός, τοῦ δ ̓ ἄμβροτος ὀδμή
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
καί οἱ λιχμάζεσκε δέριν, κατέθελγε δὲ κούρην.
δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρόν
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον.
αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ ̓ Εὐρώπειαν
αὐχέν ̓ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
ἢ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·

Δεῦθ ̓ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ ̓ ἐπὶ τῷδε
ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
νῶτον ὑποστορέσας ἀναδέξεται οἷά τ ̓ ἐνηής
πρηΰς τ ̓ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
ἄλλοισι προσέοικε· νόος δὲ οἱ ἠὔτε φωτός
αἴσιμος ἀμφὶ θέῃ, μούνης δ ̓ ἐπιδεύεται αὐδῆς.“
Ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δ ̓ ἄλλαι μέλλεσκον. ἄφαρ δ ̓ ἀνεπήλατο ταῦρος,
ἣν θέλεν ἁρπάξας· ὠκὺς δ ̓ ἐπὶ πόντον ἵκανεν.
δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
χεῖρας ὀρεγνυμένη, ταὶ δ ̓ οὐκ ἐδύναντο κιχάνειν.
ἀγάων δ ̓ ἐπιβὰς πρόσσω θέεν ἠὔτε δελφίς,
χηλαῖς ἀβρεκτοῖσιν ἐπ ̓ εὐρέα κύματα βαίνων.
ἢ δὲ τότ ̓ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
κήτεα δ ̓ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
γηθόσυνος δ ̓ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς.
Νηρεΐδες δ ̓ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ ̓ ἄρα πᾶσαι
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.

90

95

100

105

110

113

114

115 120

125

130

135

140

145

150

καὶ δ ̓ αὐτὸς βαρύδουπος ὑπεὶρ ἅλα Ἐννοσίγαιος
κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου
αὐτοκασιγνήτῳ· τοὶ δ ̓ ἀμφί μιν ἠγερέθοντο
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
ἢ δ ̓ ἄρ ̓ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ ̓ ἄλλῃ
εἴρυε πορφυρέην στολμοῦ πτύχα, ὄφρά κε μή μιν
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
κολπώθη δ ̓ ἀνέμοισι πέπλος βαθὺς Εὐρωπείης,
ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
ἢ δ ̓ ὅτε δὴ γαίης ἄπο πατρίδος ἦεν ἄνευθεν,
φαίνετο δ ̓ οὔτ ̓ ἀκτή τις ἁλίρροθος οὔτ ̓ ὄρος αἰπύ,
ἀλλ ̓ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·

Πῇ με φέρεσθ ̓ ὦ ταῦρε φίλ ̓ ἔπλετο; πῶς δὲ κέ

λευθα

ἀργαλέ ̓ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
ὠκυάλοις, ταῦροι δ ̓ ἁλίην τρομέουσιν ἀταρπόν.
ποϊόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ ̓ ἐδωδή;
ἄρα τις θεός ἐσσι· θεοῖς δ ̓ ἐπεοικότα ῥέζεις.
οὔθ ̓ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον

5

ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
ἢ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ ̓ ἀερθείς
εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.

ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἡ ῥά τε δῶμα
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
ἵλαος ἀντήσειας, ὃν ἔλπομαι εἰσοράασθαι

120

125

130

135

140

145

« ForrigeFortsæt »