Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον, νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἠώς, ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ, εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων. τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια ὠίσατ' ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
Ασίδα τ ̓ ἀντιπέρην τε· φυὴν δ ̓ ἔχον οἷα γυναῖκες. τῶν δ ̓ ἡ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ ̓ ἄρ ̓ ἐῴκει ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης, φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή. ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμησιν εἴουεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν. ἣ δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον. ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας. ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·
Τις μοι τοιάδε φάσματ ̓ ἐπουρανίων προΐηλεν ; ποιοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν ηδύ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
τίς δ ̓ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
ὥς μ ̓ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή κ ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα. ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον. Ὣς εἰποῦσ ̓ ἀνόρουσε, φίλας δ ̓ ἐπεδίζεθ ̓ ἑταίρας ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας, τῇσιν ἀεὶ συνάθυρεν, ὅτ ̓ ἐς χορὸν ἐντύναιτο, ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων, η ὁπότ ̓ ἐκ λειμῶνος ἐΰπνοα λείρι ̓ ἀμέργοι.
αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ ̓ ἐν χερσὶν ἑκάστη ἀνοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον ἀγχιάλους, ὅθι τ' αἰὲν ὁμιλαδὸν ἠγερέθοντο τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ. αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια, θηητὸν μάλα θαῦμα, μέγαν πόνον Ηφαίστοιο, ὃν Λιβύῃ πόρε δῶρον, ὅτ ̓ ἐς λέχος Εννοσιγαίου ἤιεν· ἡ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ, ἥτέ οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ ̓ Εὐρωπείῃ μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον. ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα. ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ιναχὶς Ἰώ,
εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ ̓ οὐκ εἶχε γυναίην. φοιταλέη δὲ πόδεσσιν ἐφ ̓ ἁλμυρὰ βαῖνε κέλευθα, νηχομένῃ ἐκέλη· κυάνου δ ̓ ἐτέτυκτο θάλασσα. δοιοῦ δ ̓ ἕστασαν ὑψοῦ ἐπ' ὀφρύος αιγιαλοῖο φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν. ἐν δ ̓ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί πόρτιος Ἰναχίης, τὴν δ ̓ ἑπταπόρῳ παρὰ Νείλῳ ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ ̓ ἄρα πόρτις χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς. ἀμφὶ δὲ δηνήεντος ὑπὸ στεφάνην ταλάροιο
Ερμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο "Αργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δὲ φοινήεντος ἀφ ̓ αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, τάρσ ̓ ὃς ἀναπλώσας ὡσείτέ τις ὠκύαλος νηῦς χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς. τοῖος ἔην τάλαρος περικαλλέος Ευρωπείης.
4ἳ δ ̓ ἐπεὶ οὖν λειμῶνας ὃς ἀνθεμόεντας ἵκανον, ἄλλη ἐπ' ἀλλοίοισι τότ ̓ ἄνθεσι θυμὸν ἔτερπον. τῶν ἡ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ ̓ ὑάκινθον, ἣ δ ̓ ἴον, ἡ δ ̓ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ ̓ ἔραξε λειμώνων ἐαροτρεφέων θάλε ̓ ἔσκε πετηλά. αἳ δ ̓ αὖτε ξανθοιο κρόκου θυόεσσαν ἔθειραν δρέπτον ἐριδμαίνουσαι· ἀτὰρ μέσσῃσιν ἄνασσα, ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα, οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν ̓Αφρογένεια. οὐ μὴν δηρὸν ἔμελλεν ἐπ ̓ ἄνθεσι θυμὸν ἰαίνειν, οὐδ ̓ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι. ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ', ὡς ἐόλητο θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι. δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης παρθενικῆς τ ̓ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος, οὐχ οἷος σταθμοῖς ἔνι φέρβεται, οὐδέ μεν οἷος ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον, οὐδ ̓ οἷος ποίμνης ἔπι βόσκεται, οὐδέ μεν οἷος ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην. τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε, κύκλος δ ̓ ἀργύφεος μέσσῳ μάρμαρε μετώπῳ, ὄσσε δ' ὑπὸ γλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν. ἶτά τ ̓ ἐπ' ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης. ἤλυθε δ ̓ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθείς παρθενικάς, πάσῃσι δ ̓ ἔρως γένετ ̓ ἐγγὺς ἱκέσθαι, ψαῦσαι δ ̓ ἱμερτοῖο βοός, τοῦ δ ̓ ἄμβροτος ὀδμή τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν. στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης, καί οἱ λιχμάζεσκε δέριν, κατέθελγε δὲ κούρην. ἡ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρόν πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον. αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαιό κεν αὐλοῦ Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν. ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ ̓ Εὐρώπειαν αὐχέν ̓ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον. ἡ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
Δεῦθ ̓ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ ̓ ἐπὶ τῷδε ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας νῶτον ὑποστορέσας ἀναδέξεται οἷά τ' ἐνγής πρηΰς τ ̓ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις ἄλλοισι προσέοικε· νόος δέ οἱ ήΰτε φωτός αἴσιμος ἀμφὶ θέῃ, μούνης δ ̓ ἐπιδεύεται αὐδης. Ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δ ̓ ἄλλαι μέλλεσκον. ἄφαρ δ ̓ ἀνεπήλατο ταῦρος, ἣν θέλεν ἁρπάξας· ὠκὺς δ ̓ ἐπὶ πόντον ἵκανεν. ἡ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας χεῖρας ὀρεγνυμένη, ταὶ δ ̓ οὐκ ἐδύναντο κιχάνειν. ἀγάων δ ̓ ἐπιβὰς πρόσσω θέεν ήΰτε δελφίς, χηλαῖς ἀβρεκτοῖσιν ἐπ ̓ εὐρέα κύματα βαίνων. ἣ δὲ τότ' ἐρχομένοιο γαληνιάασκε θάλασσα, κήτεα δ ̓ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν, γηθόσυνος δ ̓ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς. Νηρεΐδες δ ̓ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ ̓ ἄρα πᾶσαι κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
καὶ δ ̓ αὐτὸς βαρύδουπος ὑπεὶρ ἅλα Εννοσίγαιος κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου αὐτοκασιγνήτῳ· τοὶ δ ̓ ἀμφί μιν ἠγερέθοντο Τρίτωνες, πόντοιο βαρύρροι αὐλητῆρες, κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες. ἡ δ ̓ ἄρ ̓ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ ̓ ἄλλῃ εἴουε πορφυρέην στολμοῦ πτύχα, ὄφρά κε μή μιν δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ. κολπώθη δ ̓ ἀνέμοισι πέπλος βαθὺς Εὐρωπείης, ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. ἡ δ ̓ ὅτε δὴ γαίης ἄπο πατρίδος ἦεν ἄνευθεν, φαίνετο δ ̓ οὔτ ̓ ἀκτή τις ἁλίρροος οὔτ ̓ ὄρος αἰπύ, ἀλλ ̓ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων, ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
Πῇ με φέρεσθ ̓ ὦ ταῦρε φίλ ̓ ἔπλετο; πῶς δὲ κέ
ἀργαλέ ̓ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομος ἐστι θάλασσα ὠκυάλοις, ταῦροι δ ̓ ἁλίην τρομέουσιν ἀταρπόν. ποιόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ ̓ ἐδωδή;
ἄρα τις θεός ἐσσι· θεοῖς δ ̓ ἐπεοικότα ῥέξεις. οὔθ ̓ ἅλιοι δελφίνες ἐπὶ χθονὸς οὔτέ τι ταῦροι ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά. ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ' ἀερθείς εἴκελος αἰψηροῖσι πετήσεαι οιωνοίσιν. ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἅ ῥά τε δῶμα πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοϊ τῷδε ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη. ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Εννοσίγαιε ἵλαος ἀντήσειας, ὃν ἔλπομαι εἰσοράασθαι
« ForrigeFortsæt » |