Μηδὲ λίπῃς μ' ἀγέραστον, ἐπεὶ χὡ Φοίβος ἀείδει μισθὸν ἑλών. τιμὰ δὲ τὰ πράγματα κρέσσονα ποιεί.
Οὐκ οἶδ', οὐδ ̓ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
Εἴ μεν καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μοῦνα κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖσα. εἰ δ ̓ οὐχ ἡδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν; VII. (V.)
Εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ ̓ ἀνύεσθαι τὸν μὲν ἐς εὐφροσύναν και χάρματα, τὸν δ ̓ ἐνὶ
ἦν τάχα μοχθήσαντι ποθ ̓ ὕστερον ἐσθλὰ δέχεσθαι. εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων, ὁππόσα τοὶ δειλοὶ καματώδεες ἔργα πονεῦμες, ψυχὰν δ ̓ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω; λαθόμεθ ̓ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα, χώς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον.
Ταὶ Μοῖσαι τὸν Ερωτα τὸν ἄγριον οὐ φοβέονται ἢκ θυμῶ φιλέοντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται. κὴν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ, τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν· ἦν δὲ νόον τις Ἔρωτι δονεύμενος ἡδὺ μελίσδῃ, ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
μάρτυς ἐγών, ὅτι μῦθος ὅδ ̓ ἔπλετο πᾶσιν ἀλαθής. ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω, βαμβαίνει μεν γλῶσσα καὶ ὡς πάρος οὐκέτ ̓ ἀείδει· ἦν δ ̓ αὖτ ̓ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω, 10 καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.
4 μεγάλα μοι Κύπρις ἔθ ̓ ὑπνώοντι παρέστα, νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ χειρὸς ἄγοισα ἐς χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον· μέλπειν μοι φίλε βοῦτα λαβὼν τὸν Ἔρωτα δίδασκε “ ὡς λέγε· χἃ μὲν ἀπῆλθεν, ἐγὼ δ ̓ ὅσα βουκολίασδον, 5 νήπιος ὡς ἐθέλοντα μαθεῖν τὸν Ἔρωτα δίδασκον, ὡς εὗρε πλαγίαυλον ὁ Πάν, ὡς αὐτὸν ̓Αθάνα, ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἄνυσ ̓ ̓Απόλλων. ταῦτά μιν ἐξεδίδασκον· ὃ δ ̓ οὐκ ἐμπάζετο μύθων, ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί μ' ἐδίδασκε θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα. κἀγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτ ̓ ἐδίδασκον, ὅσσα δ ̓ Ἔρως μ ̓ ἐδίδαξεν ἐρωτύλα πάντ' ἐδιδάχθην.
Εσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Αφρογενείας, Εσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα, τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων, χαῖρε φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι ἀντὶ σελαναίας τὸ δίδου φάος, ἕνεκα τήνα σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωράν ἔρχομαι, οὐδ ̓ ἵνα νυκτὸς ὁδοιπορέοντα λοχάσω· ἀλλ ̓ ἐράω· καλὸν δέ τ ̓ ἐρασσαμένῳ συναρέσθαι.
Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος, εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς ̓Αΐδαο. ὄλβιος ἦν χαλεποῖσιν ἐν ἀξείνοισιν Ὀρέστας, ὥνεκά οἱ ξυνὰς Πυλάδας ἀλῆτο κελεύθως. ἦν μάκαρ Αιακίδας ἑτάρω ζώοντος ̓Αχιλλεύς· ὄλβιος ἦν θνάσκων, ὅτι ἵμερον αἰνὸν ἄμυνεν. XII. (II.)
Ιξευτὰς ἔτι χῶρος ἐν ἄλσεϊ δενδράεντι ὄρνεα θηρεύων τὸν ὑπόπτερον εἶδεν Ἔρωτα ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ ̓ ἐνόησε, χαίρων ἕνεκα δὴ μέγα φαίνετο ὄρνεον αὐτῷ, τως καλάμως ἅμα πάντας ἐπ' ἀλλάλοισι συνάπτων τῇ καὶ τῷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε. χὡ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη, τως καλάμως ῥίψας ποτ' ἀροτρέα πρέσβυν ἵκανεν, ὅς νιν τῶνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ, καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα· „φείδεο τᾶς θήρας, μηδ ̓ ἐς τόδ ̓ ἔτ ̓ ὄρνεον ἔρχευ. φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ, εἰσόκε μή μιν ἕλῃς· ἦν δ ̓ ἀνέρος ἐς μέτρον ἔλθῃς, οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ ̓ αὑτῶ ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.“
Αμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας, τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χαλέπτεις ; τυτθὸν ἔφαν· τί νυ τόσσον ἀπήχθει καὶ τὶν αὐτῷ,
ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι, ἄγριον ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον; ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν, ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι; XIV. (XIV.)
Μορφὰ θηλυτέρῃσι πέλει καλόν, ἀνέρι δ ̓ ἀλκά. XV. (XII.)
Αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες τῆνο ποτὶ ψάμαθόν τε καὶ ἠϊόνα ψιθυρίσδων, λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ.
Αμφασία τον Φοίβον ἕλεν τόσον ἄλγος ἔχοντα. δίζετο φάρμακα πάντα, σοφὰν δ ̓ ἐπεμαίετο τέχναν χρῖεν δ ̓ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν ὠτειλάν· μοιραῖα δ ̓ ἀναλθέα τραύματα πάντα.
Εἴαρος ὦ Μύρσων ἢ χείματος ἢ φθινοπώρω ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν; ἢ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μονεῦμες; ἡ γλυκερὸν φθινόπωρον, ὅτ ̓ ἀνδράσι λιμὸς ἐλαφρά, καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοί θαλπόμενοι θέλγονται ἀεργία τε καὶ ὄκνῳ.
ἦ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπέ, τί τοι φρήν αἱρεῖται; λαλέειν γὰρ ἐπέτραπεν & σχολὰ ἄμμιν.
Κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι·
BIONIS RELIQQ. XXIII-XIX.
10 πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι ἐξερέω Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.
οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ ̓ ἅλιος ὀπτῇ. οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νοσέρ' ὥρια τίκτει. οὖλον χεῖμα φέρον νιφετὸν κρυμώς τε φοβεῦμαι. 15 εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,
ἁνίκα μήτε κρύος μήθ ̓ ἅλιος ἄμμε βαρύνει. εἴαρι πάντα κύει, πάντ ̓ εἴαρος ἁδέα βλαστεί, χά νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀως.
Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν. μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν, τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.
Παντα θεῶ γ ̓ ἐθέλοντος ἐναίσιμα, πάντα βροτοῖσιν ἐκ μακάρων ῥάϊστα καὶ οὐκ ἀτέλεστα γένοντο.
« ForrigeFortsæt » |