Billeder på siden
PDF
ePub

ORDINARY EXAMINATIONS

IN THE

OCTOBER TERM, 1886,

FOR THE

DEGREES OF B.A., LL.B., AND M.B., AND FOR THE CERTIFICATE OF ENGINEER.

JUNIOR GREEK (TRANSLATION).

1. Translate

(a)

The Board of Examiners.

Λέγοιμ' ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργὴν, κυαμοτρώξ, ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνία
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ ̓, ἐθώπευ', ἐκολάκευ ̓, ἐξηπάτα
κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων
ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ ῥόφησον ἔντραγ ̓, ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτ ̓ ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
Παφλαγών κεχάρισται τοῦτο, καὶ πρώην γ' ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικὴν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ' ἐμοῦ μεμαγμένην.

(β)

(c)

οὐκ ἂν δυναίμην χαιρέτω βουλεύματα
τὰ πρόσθεν ἄξω παῖδας ἐκ γαίας ἐμούς.
τί δεῖ με πατέρα τῶνδε τοῖς τοῦτων κακοῖς
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
οὐ δῆτ ̓ ἔγωγε. χαιρέτω βουλεύματα.
καίτοι τί πάσχω ; βούλομαι γέλωτ' ὀφλεῖν
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους ;
τολμητέον τάδ'. ἀλλὰ τῆς ἐμῆς κάκης,
τὸ καὶ προέσθαι μαλθακοὺς λόγους φρενί.
χωρεῖτε, παῖδες, ἐς δόμους· ὅτῳ δὲ μὴ
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
αὐτῷ μελήσει χεῖρα δ' οὐ διαφθερῶ.

“Αρματα μὲν τάδε λαμπρὰ τεθρίππων
ἥλιος ἤδη λάμπει κατὰ γῆν,

ἄστρα δὲ φεύγει πυρὶ τῷδ' αἰθέρος
ἐς νύχθ ̓ ἱερὰν,

Παρνησιάδες δ' ἄβατοι κορυφαὶ

καταλαμπόμεναι τὴν ἡμερίαν

ἁψῖδα βροτοῖσι δέχονται.

σμύρνης δ' ἀνύδρου καπνὸς εἰς ὀρόφους

Φοίβου πέτεται.

θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
Δελφὶς, ἀείδουσ' "Ελλησι βοὰς,
ἃς ἂν ̓Απόλλων κελαδήσῃ.
ἀλλ ̓, ὦ Φοίβου Δελφοὶ θέραπες,
Ἂς Κασταλίας ἀργυροειδεῖς
ένετε δίνας, καθαραῖς δὲ δρόσοις
ινάμενοι στείχετε ναούς

*φημον φρουρεῖν ἀγαθὸν,
Ἂς τοῖς ἐθέλουσιν

τίνειν.

ecessary notes on the

ἐχρῆν εἴπατε.

φέρ', εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
καθῆσθ ̓ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ
καὶ κάρτα μένταν εὐθέως καθείλκετε
τριακοσίας ναῦς, ἦν δ ̓ ἂν ἡ πόλις πλέα
θορύβου στρατιωτῶν, περιτριηράρχου βοῆς.

(2) Strep. τί φής ;

(3)

ἡ φροντὶς ἕλκει τὴν ἰκμάδ ̓ εἰς τὰ κάρδαμα;
ἴθι νυν, κατάβηθ ̓, ὦ Σωκρατίδιον, ὡς ἐμὲ,
ἵνα με διδάξῃς ὧνπερ ἕνεκ ̓ ἐλήλυθα.
Socr. ἦλθες δὲ κατὰ τί ;

Strep.

βουλόμενος μαθεῖν λέγειν.

ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων.

[blocks in formation]

(4) Οὕτω διαθεὶς ὁ Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων, καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηψίσμασι καὶ ταῖς ἀποκρίσεσιν, ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ελάτειαν κατέλαβεν, ὡς οὐδ ̓ ἂν εἴ τι γένοιτο συμπνευσάντων ἂν ἡμῶν καὶ τῶν Θηβαίων.

(5) ἐπεὶ οὐδ ̓ ὑμᾶς, ἄνδρες Αθηναῖοι, ἀπὸ τῆς αὐτῆς διανοίας δεῖ τὰς τε ιδίας δίκας καὶ τὰς δημοσίας κρίνειν, ἀλλὰ τὰ μὲν τοῦ καθ' ἡμέραν βίου συμβόλαια ἐπὶ τῶν ἰδίων νόμων καὶ ἔργων σκοποῦντας, τὰς δὲ κοινὰς προαιρέσεις εἰς τὰ τῶν προγόνιον ἀξιώματα ἀποβλέποντας.

3. What phonetic peculiarities appear in the Spartan dialect?

« ForrigeFortsæt »