Billeder på siden
PDF
ePub

XVIII. (X.)

Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.
μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,
τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.

XIX.
Πάντα θεῶ γ ̓ ἐθέλοντος ἐναίσιμα, πάντα βροτοῖσιν
ἐκ μακάρων ῥάϊστα καὶ οὐκ ἀτέλεστα γένοντο.

[blocks in formation]

MOSCHI SICELIOTAE

RELIQUIAE.

[ocr errors]

I.

E i 0 ὦ π η.

Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἠώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων.
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατ ̓ ἠπείρους δοιὰς περὶ εἶο μάχεσθαι,
̓Ασίδα τ ̓ ἀντιπέρην τε· φυὴν δ ̓ ἔχον οἷα γυναῖκες.
τῶν δ ̓ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ ̓ ἄρ ̓ ἐῴκει
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
15 • ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.

9

5

MOSCHI RELIQUIAE.

10

ἣ δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ

5

10

15

10. Versus deest in c. s. Vd. Ald.

I. Libri: a) solius Europaeaf. 9. 9. ̓Ασίδα τ ̓] f., ἄσσαδ’9., Bs. (Vs. 24-142.), b) Moscheus sB., ̓Ασιάδα Ald., ̓Ασιάδ ̓ vulg. c) Theocritei: Ald. Iunt. Call. Εὐρώπη]͵ c. Antt., Μόσχου Σικελιώτου Εὐρώπη s5. August., τοῦ αὐτοῦ Μόσχου Σικελιώτου Εὐρώπη ἡ παρὰ Διὸς ἁρπαγεῖσα Vd., Θεοκρίτου r. mg. Im. mg. Moscho tribuit f., cf. ad Vs. [162.] 1. ἦλθεν 9.

2. τρίτατον] Iunt. Call., τρίτον f. 9. s. Ald.

6. ἐνὶ κνώσσουσα] Ald. Call., ἐνικν— Iunt. vulg.

Call.

11. ἐν δ ̓ ἀσίη Call., ἐν δ ̓ ἀσία s. Ald. Pro ἑῆς restituendum videtur ἑοῖς, h. e. μειλιχίοις, προσηνέσιν (ἔπεσι).

12. Poëta potius scripsisse videtur φάσκεν δ ̓ ὡς ἔθρεψε. — αὐτῆ !. 13. βιωομένη] f. 9. s., βιωμένα Ald., βιαζομένα Iunt. Call.

14. εἴρυκεν f. Ald. — εἶο] εἶναι vulg., αὑτῇ coni. Fr. Iacobs.

« ForrigeFortsæt »