Billeder på siden
PDF
ePub

IDEM GRÆCE REDDITUM.

ΟΥΟΡΚΟΣ.

Ω Κελτικὴ λύκαινα Κελτικῶν μὲν οὖν λύκων κακίων· ἥτις ἐν γλώσσῃ τρέφεις ἐχθρᾶς ἐχίδνης τὸν ἀγριώτερον, ὡς οὐ γυναικός ἐστιν οἷς ἐνάλλεται Τύχη βροτοῖσι τῶνδ' ἐπεγγελᾷν κακοῖς, θρασυστομούσης ἐν τρόποις ̓Αμαζόνος ἀλλ ̓ εἰ παρειὰν μὴ προσωπείου δίκην ἄτεγκτον εἶχες ὧδε, κἀκ ξυνουσίας κακῶν ἀναιδῆ, τήνδ, ἄνασσ ̓ ὑψηλόφρον, ἤμελλον ἤδη πορφυρέᾳ χραίνειν βαφή λέγειν γὰρ ἔνθεν ἦλθες ἐξ οἵων τ' ἔφυς ἅλις τόδ' αἶσχος ὥστε σ ̓ αἰσχύνην ἔχειν μὴ πάντ' ἀναισχυντοῦσαν. ἐν Νεαπόλει τύραννον ἴσχει σχῆμ ̓ ὁ σ ̓ ἐκφύσας πατήρ, ἱρῶν τε Σολύμων Σικελίας τ' ἄρχων διπλῆς οὐδ' Αγγλικοῦ βοτῆρος εὐπορεῖ πλέον ἆρ ̓ ἐξ ἄνακτος τοῦδε τοῦ βιοστερους ἐκμανθάνεις τὴν ὕβριν; οὐ χρεών τάδε, ἄνασσ ̓ ὑπέρφρον, οὐδὲ μὴν λύει τέλη

Unless the adage must be verified,—

That beggars, mounted, run their horse to death. 'Tis beauty that doth oft make women proud; But God, He knows, thy share thereof is small: 'Tis virtue that doth make them most admired; The contrary doth make thee wonder'd at: 'Tis government, that makes them seem divine; The want thereof makes thee abominable: Thou art as opposite to every good,

As the antipodes are unto us,

Or as the south to the septentrion.

O, tiger's heart, wrapp'd in a woman's hide!

How couldst thou drain the life-blood of the child,

To bid the father wipe his eyes withal,

And yet be seen to bear a woman's face?

εἰ μὴ βεβαιοῦν δεῖ σε τὴν παροιμίαν, πτωχοὺς ἐφίππους πῶλον εἰς φθορὰν ἐλᾷν. ἀλλ ̓ εἰσὶν ἃς τὸ κάλλος ἐξογκοι θαμὰ χλιδῇ γυναῖκας· σοὶ δὲ τῆς γ ̓ εὐμορφίας θεὸς ξύνοιδε σμικρὸν ἰσχούσῃ μέρος. ἀλλ' ἐν γυναιξὶν ἀρετὴ θαυμάζεται

σὲ δ ̓ αὖθ ̓ ἕκατι τοὔμπαλιν θαυμαστέον ἀλλ' ἐξισοῖ νιν δαίμοσιν τὸ σωφρονεῖν· σὺ δ, ἐνδέουσα τοῦδέ γ', ὧδ ̓ ἀπευκτὸς εἶ. ἁπλῶς δὲ σοῦ τὰ χρηστὰ πάντ ̓ ἀφίσταται ὅσονπερ ἡμῶν τἀπέκεινα τῆς χθονός ὅσον μὲν οὖν ἄπεισι τῆς μεσημβρίας ἄρκτου κέλευθοι στροφάδες ὦ δέρας μάτην γυναικόμορφον, τίγρεως κεῦθον κέαρ

πῶς δῆτ ̓ ἀποψᾷν τλᾶσα τὸν παιδὸς φόνον πατέρα κελεύεις τῷδ ̓ ὀμόρξασθαι δάκρυ, ὄψιν δ ̓ ὅμως θηλείαν ἀξιοῖς φορεῖν ;

[graphic]
« ForrigeFortsæt »