Billeder på siden
PDF
ePub

αμπέλου πλεκτά σταφυλαίσιν έρνη χρυσέαις βέβριθε, τα δ' ουχί σαίνει δαιμόνων των πριν φρενάς, Αλίου δ' ήν

ήν πoκα σεμνός

βωμός ευδοισιν φλογές αι πρίν ηθον
ευδίου δι' αιθέρος, αμπί δ' άβα
τέρπεθ' οις χορεύμασιν ώρανόν δε

λάκτισε καπνός.

αλλ' θ' αδειάν γενέτειρ' αοιδαν Μοϊσ' "θ' ύστατον καλέoντι σας γαρ άσομαι Σαπφούς μόρον ώς όλωλεν

α τριπόθατος.

ά· μάταν μάταν καλέω: σέσατε πάσα δή Μοισαν χάρις, αλλ' υφέρπει ταν φρενά μνήμη πραπίδεσσι δ' ύμνον

πένθος εγείρει.

τίς με τις στάσει ποτέ τηλε γαία μούνον; είθ' ήν ένθα πάλαι φαεννάς έκλυεν πρών Λεύκαδος αδυφώνω

πάματα Σαπφούς.

ώλεσ' ίμερός νιν: "Έρωτος ήνθε
κηλα πλαγα πικροτάτα, το δ' έλκος
καρδία κρυπτων αχέων πιέζειν

ουκ εδυνήθη

βα δε δυσδαίμων επί πρωνός άκρας Λεύκαδος πέτρας, αλίων δ' ένερθε κλαίεν οίδμάτων κτύπος, εν δε κοίλοις

χάσμασιν 'Αχω

είλεεν κώρας δυσέρωτος αυδάν πολλά γαρ πόλλ' αδυμελούς δι' ομφάς αθλία φώνασε, πικρόν δ' έχευσε

τας φρενός άλγος

και γόους οίς ήντιάχει θαλάσσης κύμαθ', ώς λυράν δ' "δεν οππάτεσσιν αν πoχ’ οι δωράματαναξιφόρμιγξ

ώπασ' 'Απόλλων

δακρύων έσχεν ρόον αν δε χορδας
χειρί σείσεν μαινομένα, λιγείης
έν τρόπους αηδόνος ύστατον θρή-

ναμα λαλεύσης.

αλλ' όθ' αδίστων μελέων πέπαυτο ρήξε φόρμιγγ 'Αελίου δ' ες αγνον αμβλέπουσα τάλαινα, μακράν

χαίρετ', έφώνει,

χαίρετ' ώ νάσοι, το δε Λεσβις ακτα παρθένοι δ' ομήλικες, έρχομαι δη έρχομαι σοι Περσεφόνα μέλαν δ' ες

δωμ' 'Αδαο.

είτα δή πηδήματι σωμα κούφω ρίψεν ές πόντον, γελάοισα δ' αύθις έρρεεν θάλασσα κάτω δε Σαπφώ

κύμα κέκευθεν.

ουκέτ' ω νύμφα γλυκερά σε κώμαι νασιώτιδες πλοκάμως ρόδoισιν ήρινοίς στέψοισιν, επεί σε λυγρά

Μοίρ' απόλεσσεν.

ουκέτ' ευσκίους κατά μυρσινώνας αγλαον Φοίβου κτέανον φέρουσα ουκέτ' εύφθογγον χερι Λεσβίαν φόρ

μιγν ελελίξεις.

νηλεές ταν σαν τί ποκ' 'Αφροδίτα ώλεσας και τις δη σέθεν αμπι βωμών τις πάλιν δυνάσεται αξίους σευ

γαρύεν ύμνους και

αδονής φθίνει χάρις: όλλυται δη τωνδε παν πλήν μναμοσύνας φιλεί δε πάντα τάν θνατοϊς δνοφερω στέγειν σκι

άσματι λάθα:

αλλ' ακύμονος παρά θινα πόντω πολλ' εγω στρωφώμενος, ανίκ' αύρας της θαλάσσης μερόεν γελώσας

οίδματα σαίνει,

τηλέ μοι κλύειν δοκέω στενοίσης παρθένου, κάμαϊς ακοαίσιν αδυν πένθιμον δ' όμως ζέφυρος συνάδει

κύμασι θρηνον.

« ForrigeFortsæt »