Billeder på siden
PDF
ePub

110

115

120

125

ἄλλος ἀμόλγιον εἶχ ̓, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δ ̓ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
σὺν δ' υἱός τε βίη τε βαθύφρονος Ἡρακλῆος
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμόν
̓Αμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεί
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδ ̓ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ ̓ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
Ἠέλιος δ ̓ ᾧ παιδὶ τόγ ̓ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτ ̓ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλ ̓ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
ζωοτόκοι τ ̓ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ ̓ ἐστιχόωντο
κνήμαργοί θ ̓ ἕλικές τε, διηκόσιοι γέ μεν ἄλλοι

Ο

5

[blocks in formation]

110

115

120

125

119. παρὰ w. 23. Μ.

121. εἰς w. 18. 23. — ἐκείνου] w. 9. 18. 23. Μ., ἐκείνοις D. Iunt.

Call.

122. ay' w. 23. pr., čy' 23. sec. M., ay 18. καταφθείρουσι] D. Iunt. Call., καταφθίνουσι w. 9.

18. 23. M.

123. alèv] Brunck., alɛl 23. D. M. vulg., αἰεὶ δ ̓ 9. In 23. ultimae literae versuum 123. 127., primae versuum 128–152. resectae, sed a man. sec. suppletae sunt.

124. γίνοντο] w. 9. 23. Μ., γίγνοντο 18., γείνοντο D. Iunt. Call. 125. θηλυτόκοι τω D., θηλύτοκοί τε 23. Iunt. Call. et ante Steph.

126. σύναμο Ziegl. tac. cum Mein., σὺν ἅμα στειχόωντο 9., συναη.μ D.

μ

127. γέ μεν] w. 23. Μ., γε μεν 91, γε μὲν 94 18., τέ μεν D. Iunt.

Call.

φοίνικες· πάντες δ ̓ ἐπιβήτορες οἵγ ̓ ἔσαν ἤδη. ἄλλοι δ ̓ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο 130 ἱεροὶ Ἠελίοιο· χρόην δ ̓ ἔσαν ἠΰτε κύκνοι

ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν· οἳ καὶ ἀτιμαγέλαι βόσκοντ ̓ ἐριθηλέα ποίην ἐν νομῷ, ὧδ ̓ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντες. καί ῥ ̓ ὁπότ ̓ ἐκ λασίοιο θεοὶ προγενοίατο θῆρες ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ ̓ ἀγροτεράων, πρῶτοι τοίγε μάχην δὲ κατὰ χροὸς ᾔεσαν ὀσμήν, δεινὸν δ ̓ ἐβρυχῶντο φόνον λεῦσσόν τε προσώπῳ. τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένει ᾧ ἠδ ̓ ὑπεροπλίῃ Φαέθων μέγα, τόν ῥα βοτῆρες 140 ἀστέρι πάντες ἔϊσκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ ̓ ἐτέτυκτο. ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος αὐτῷ ἔπειτ ̓ ἐπόρουσεν ἐϋσκόπῳ Ἡρακλῆι χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον. 145 τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ

135

150

σκαιοῦ ἄφαρ κέραος, κατὰ δ ̓ αὐχένα νέρθ ̓ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθείς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
θαύμαζεν δ ̓ αὐτός τε ἄναξ υἱός τε δαΐφρων

[ocr errors][merged small][merged small][merged small][merged small][merged small]

130

135

140

145

150

τε] Boiss., λεύσσον τε Bas. I. et
seqq. ante Steph., caedem videbantque
Div., λεύσσοντε D. vulg., λεύσοντε
w. 23. Μ., λεύσονται gi. b., λεύσον-
τα 94. Malim φόνον δ ̓ ὄσσοντο.
139. ὑπεροπλίῃ] Mor. vulg.,
-in D., -ins Iunt. Call. μέγα·
τόν] μέγας· ὅν vulg.
140. ὁθούνεκα] Mein., ὅθ'
ούνεκα vulg., ὅθ ̓ οὔνεκα 23.

142. σκύλος]. w. 23. D. Iunt., σκύτος 23. sup. Call. vulg. 144. πρόσωπον 9.

ης

146. κέρατος 9. · γαίαν 18. 148. περὶ] w. 9. 18. mg. 23. Μ., περινεῦρα D., παρὰ

18., ἐπὶ Iunt.

Call.

149. μυών] Is. Vossius, μυῶν 23. D. vulg,

150. θαύμαζεν] D. Iunt., θαύ

160

Τὼ δ ̓ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγρούς ἐστιχέτην, Φυλεύς τε βίη θ' Ηρακληείη. 155 λαοφόρου δ ̓ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες, ἥ ῥα δι ̓ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θεούσῃ, τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο Αὐγείω φίλος υἱὸς ὅθεν μετόπισθεν ἰόντα, ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·

165

170

Φυλεὺς οἵ τ ̓ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
̓Αμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.

[blocks in formation]

9

„Ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας, εἰ σεῦ περ, σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι. ἤλυθε γὰρ στείχων τις ἀπ ̓ ̓́Αργεος ὡς μέσος ἀκμῆς ἐνθάδ' ̓Αχαιὸς ἀνὴρ Ελίκης ἐξ ἀγχιάλοιο, ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, οὕνεκεν ̓Αργείων τις ἔθεν παρεόντος ὄλεσσε θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ ̓ ἄλσος, οὐκ οἶδ ̓ ἀτρεκέως ἢ ̓́Αργεος ἐξ ἱεροῖο αὐτόθεν ἦ Τίρυνθα νέμων πόλιν ἦε Μυκήνην,

91

5

155. τ” Iunt.

154. ᾑρακλειείη 23. Iunt. ὅθι] 9. D. Iunt. Call., ὅρους w. Μ., ὄρους 18. 23, ὄροους w1

156. ἐξανύσαντε D., ἐξανύοντο

Iunt.

*

[merged small][merged small][ocr errors]

155

160

165

χλωρᾷ ἐούσῃ D., χλωρᾶ ἐούσα Call, χλωρᾷ ἐοῦσα (18.5 ME Iunt.

159. τῇ μιν] 9., τοί μιν w, τόν τόν μιν 18. Μ., τὸν μὲν w2, μεν 23., τῆ μὲν D. Iunt. Call.

160. Αὐγείω] w. 9. 18. 23. Μ., ἔνθεν w. Αὐγείεω D. Iunt. Call. 91.2. 23. ἰόντα] 9., ἐόντα 23. D. vulg.

161. ἧκα D. Call. (ἦκα Dc. mg.)
162. περὶ D., μετὰ Da.

18. 23. Μ., ὡσεί περ vulg.
163. εἰ σεῦ περ] ὡς εἴπερ 9.

23. Μ., νέος ἀκμήν D. Iunt. Call.
164. μέσος ἀκμῆς] w. 9. 18.
165. ἓξ] ἐξ vulg.

170

169. νεμίοιο w. 9. corr. 18. 23. 170. εἰ Mor. ἓξ] ἐξ vulg. 171. ἦ et ἦε] ἢ et ἠὲ vulg. Μυκήνην] D. Iunt. Call., μυκήχλωρὰναν w. 9. 18. 23., μηκύναν Μ5. Comma in f. v. pro colo Hermanno debetur.

17

ὡς κεῖνός γ ̓ ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων 175 ἠὲ σέ, δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. εἴπ ̓ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, ἥρως, εἴτ ̓ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, εἰ σύγ ̓ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν οξ Ἑλίκηθεν ̓ Αχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. εἰπὲ δ ̓ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, ὅππως τ ̓ εὔνδρον Νεμέης εἰσήλυθε χῶρον· οὐ μὲν γάρ κε τοσόνδε κατ ̓ ̓Απίδα κνώδαλον εὕροις ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, ἀλλ ̓ ἄρκτους τε σύας τε λύκων τ ̓ ὀλοφώϊον ἔθνος. τῶ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· οἳ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ ̓ ἔφαντο γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.“ Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Φυλεύς, ὄφρα κιοῦσιν ἅμά σφισιν ἄρκιος εἴη, καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·

Ω Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνείρευ, αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. 195 ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,

180

185

190

[merged small][merged small][ocr errors][merged small][merged small]
[ocr errors]

175

[ocr errors]

180

185

183. κε om. 9. τόσόνγε D., τόσον 18. Μ. κατ ̓ ̓Απίδα] D. [unt., κατ ̓ ἀππίδα Call., κατὰ πί

δακα w. 9. 18. 23. Μ.

190

195

184. πηλίκα w. 91b. 23. Μ5 185. τ’ om. 9., κ ̓ ὀλοφ— 23. (τ' sec.), κολοφώνιον w. - ἔθνος] Lennepius, ἔρνος vulg.

-

186. τῶ] Iunt. Call., τῷ Brub. III. vulg. μῦθον] D. Iunt. Call., μύθων w. 9. 18. 23. Μ. 188. παριοῦσι Call.

190. ἅμά σφισιν] ἅμα σφίσιν vulg.

193. Αὐγηιάδη] D. Iunt. Call., λυτηιάδη w. 9, λυτητιάδη 94 23., λυτιάδη 18. Μ. -- ἀνείρευ] D., ἀνήρευ vulg.

[merged small][merged small][merged small][ocr errors]

η

νόσφίν γ ̓ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
̓Αργείων οὐδ ̓ εἷς κεν ἔχοι σάφα μυθήσασθαι·
οἶον δ ̓ ἀθανάτων τίν ̓ ἐΐσκομεν ἀνδράσι πῆμα
ἱρῶν μηνίσαντα Φορωνήεσσιν ἐφεῖναι.
πάντας γάρ, πίση τις ἐπικλύζων ποταμὸς ὥς,
λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναῖοι
οἱ ἔθεν ἄγχιστα κλαῖον ἄτλητα παθόντες.
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
Εὐρυσθεύς, κτεῖναι δέ μ ̓ ἐφίετο θηρίον αἰνόν.
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
νευρείην, περὶ δ ̓ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δ ̓ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,

197. ἦλθεν Iunt., ἦλθες w. 23. Μ. παρεόντων D.

[blocks in formation]

202. λὶς] Wint., λὶς w. D. M. vulg. ἄμοτος w. 18. Μ. Βεμβιναῖοι] Βεμβιναίους w. Μ., βεμβηναίους 18., βεμβινιαίοις D. Iunt., βεμβινιαίος Call., κεκμηνιαίους 92, βρεβιναίαν 9 Fort. verius Βεμβινῖται. 203. of] of vulg. · ἄγχιστα] w. §. 18. Μ., ἀγχίμοροι Iunt. Call., ἀγχόμοροι D., ἀγχίμολοι Mor. κλαίον] ναῖον vulg., νέου D., πρόσναιον 18. Μ. ἄτλητα παθέοντες D., παθόντες ἄτλητα Call.

[ocr errors]

[merged small][merged small][merged small][merged small][merged small][ocr errors]

200

205

210

ὅπη

211. ὅθι] w. 9. 18. D. M., Iunt. Call. λίς] Iunt., λὶς D. M5. Call. vulg. ἦν §. 212. δήποτε Iunt. στρεπτὴν] Brodaeus, στρεπτῇ vulg. · ἐπέκελσα Iunt.

-

213. νευρείην] Μ5, νευρείη §b, νευρειήν vulg. περί] D. Iunt. Call, παρὰ w. 92. 18. Μ., περιδικὸν ἦν. 4. — εἶθαρ ἔβησα] Iunt. Call., εἴθαρ ἔβησα D., εἰσανέβησα w1 18. Μ., εἶσανάβησα w? Q2, εὖσέβησα 9b.4.

9

IMITT. 211] Nonn. XLVI, 145. ἀλλ ̓ ὅτε χῶρον ἵκανεν, ὅθι

δρύες.

« ForrigeFortsæt »