Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον, νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἠώς, ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ, εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων. τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια ὠίσατ' ηπείρους δοιὰς περὶ εἶο μάχεσθαι,
Ασίδα τ' ἀντιπέρην τε φυὴν δ ̓ ἔχον οἷα γυναῖκες. τῶν δ ̓ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ ̓ ἄρ ̓ ἐῴκει ή ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης, φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή. ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο ἐκ Διὸς αιγιόχου γέρας ἔμμεναι Εὐρώπειαν. ἡ δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον. ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ
I. Libri: a) solius Europae Bs. (Vs. 24-142.), b) Moscheus B., c) Theocritei: Ald. Iunt. Call.
Εὐρώπη] ε: Antt., Μόσχου Σικελιώτου Εὐρώπη s". August., τοῦ αὐτοῦ Μόσχου Σικελιώτου Εὐρώπη ἡ παρὰ Διὸς ἁρπαγείσα Vd., Θεοκρίτου r. mg. Im. mg. Moscho tribuit f., cf. ad Vs. [162.] 1. ἦλθεν θ.
2. τρίτατον] Iunt. Call., τρίτον f. 9. s. Ald.
6. ἐνὶ κνώσσουσα] Ald. Call., ἐνικν. Iunt, vulg.
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας. ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·
Τίς μοι τοιάδε φάσματ ̓ ἐπουρανίων προΐηλεν; ποιοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι ; τίς δ ̓ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα; ή
ὥς μ' ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον. Ὣς εἰποῦσ ̓ ἀνόρουσε, φίλας δ ̓ ἐπεδίζεθ ̓ ἑταίρας ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
τῇσιν ἀεὶ συνάθυρεν, ὅτ ̓ ἐς χορὸν ἐντύναιτο, ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
ἢ ὁπότ ̓ ἐκ λειμῶνος ἐΰπνοα λείρι ̓ ἀμέργοι.
αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ ̓ ἐν χερσὶν ἑκάστη ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον ἀγχιάλους, ὅθι τ' αἰὲν ὁμιλαδὸν ἠγερέθοντο τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ. αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια, θηητὸν μάλα θαῦμα, μέγαν πόνον Ηφαίστοιο, ὃν Λιβύῃ πόρε δῶρον, ὅτ ̓ ἐς λέχος Εννοσιγαίου ἤιεν· ἡ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,
προχοαῖς Ald., προχοαίσιν vulg. ἀναύρων] f. 9. Bs. s. Iunt., ἀνάρων Αld., ἀναύρω Call.
32. λείρι ̓ ἀμέργοι] coni. Meinekius, λείρι ̓ ἀμέρσοι n. Bs. s., λείρια μέρσοι f., λείρι ̓ ἀκέρσοι 9. (?), λείρια κέρσοι Antt.
33. αἳ] αἱ f. 9. Bs. s., τῇ Ald., ταὶ Iunt. Call.
34. d' av pro de 9. Bs. 37. αὕτη θ., αὕτη Ald.
38. θηητὸν μάλα] scripsi praeeunte Vossii interpretatione lichen Wundergebildes", θηητόν, μέγα vulg.
40. Τηλεφαάσσῃ ] Bs., -φαάσση f. 9., -φαέσσῃ vulg.
IMITT. 28 seqq.] Lucian. Dial. Mar. 15. ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ᾖόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα.
34] Ovid. Met. II, 844. (de Europa). littora ludere virginibus Tyriis comitata solebat.
ἥτέ οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ ̓ Εὐρωπείῃ μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον. ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα. ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ιναχὶς Ἰώ, εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ ̓ οὐκ εἶχε γυναίην. φοιταλέη δὲ πόδεσσιν ἐφ ̓ ἁλμυρὰ βαῖνε κέλευθα, νηχομένῃ ἐκέλη· κυάνου δ ̓ ἐτέτυκτο θάλασσα. δοιοῦ δ ̓ ἕστασαν ὑψοῦ ἐπ' ὀφρύος αἰγιαλοῖο φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν. ἐν δ ̓ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί πόρτιος Ιναχίης, τὴν δ ̓ ἑπταπόρῳ παρὰ Νείλω ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ ̓ ἄρα πόρτις χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς. ἀμφὶ δὲ δηνήεντος ὑπὸ στεφάνην ταλάροιο Ερμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο Αργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δὲ φοινήεντος ἀφ ̓ αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, τάρσ ̓ ὃς ἀναπλώσας ὡσείτέ τις ὠκύαλος νηΰς χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
Αἳ δ ̓ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
IMITT. 51] Nonn. III, 369. VIII, 365. Ιναχίη δαμάλη.
« ForrigeFortsæt » |