I.
E ύ ρ ώ π η.
Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον, νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἠώς, ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ, εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων. τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια ὠίσατ ̓ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι, ̓Ασίδα τ ̓ ἀντιπέρην τε· φυὴν δ ̓ ἔχον οἷα γυναῖκες. τῶν δ ̓ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ ̓ ἄρ ̓ ἐῴκει ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης, φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή. ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν. ἣ δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον. ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ
et
e
I. Libri: a) solius Europae f. 9. Bs. (Vs. 24—142.), b) Moscheus sB., c) Theocritei: Ald. Iunt. Call. Εὐρώπη]. c5. Antt., Μόσχου Σικελιώτου Εὐρώπη 55. August., τοῦ αὐτοῦ Μόσχου Σικελιώτου Εὐρώπη ἡ παρὰ Διὸς ἁρπαγεῖσα Vd., Θεοκρίτου r. mg. Im. mg. Moscho tribuit f., cf. ad Vs. [162.] 1. ἦλθεν 9.
2. τρίτατον] Iunt. Call., τρίτον f. 9. s. Ald.
6. ἐνὶ κνώσσουσα] Ald. Call., ἐνικν-- Iunt, vulg.
9. ̓Ασίδα τ ̓] f., ἄσσαδ ̓ 9., ̓Ασιάδα Ald., ̓Ασιάδ ̓ vulg.
10. Versus deest in c. s. Vd. Ald.
Call.
11. ἐν δ ̓ ἀσίη Call., ἐν δ ̓ ἀσία s. Ald. Pro ἑῆς restituendum videtur ἑοῖς, h. e. μειλιχίοις, προσηνέσιν (ἔπεσι).
12. Poëta potius scripsisse videtur φάσκεν δ ̓ ὡς ἔθρεψε. — αὐτῆ 9. 13. βιωομένη] f. 9. s., βιωμένα Ali., βιαζομένα Iunt. Call. 14. εἴρυκεν f. Ald. εἶο] εἶναι vulg., avtỷ coni. Fr. Iacobs.
99
ρ
ην
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας. ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν· „ Τίς μοι τοιάδε φάσματ ̓ ἐπουρανίων προΐηλεν; ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι ; τίς δ ̓ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα; ὥς μ ̓ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα. ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.“ Ὣς εἰποῦσ ̓ ἀνόρουσε, φίλας δ ̓ ἐπεδίζεθ ̓ ἑταίρας ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας, τῇσιν ἀεὶ συνάθυρεν, ὅτ ̓ ἐς χορὸν ἐντύναιτο, ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων, η ὁπότ ̓ ἐκ λειμῶνος ἐΰπνοα λείρι ̓ ἀμέργοι. αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ ̓ ἐν χερσὶν ἑκάστη ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον ἀγχιάλους, ὅθι τ ̓ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ. αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια, θηητὸν μάλα θαῦμα, μέγαν πόνον Ηφαίστοιο, ὃν Λιβύῃ πόρε δῶρον, ὅτ ̓ ἐς λέχος Εννοσιγαίου ἤιεν· ἡ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,
91 P
IMITT. 28 seqq.] Lucian. Dial. Mar. 15. ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ᾖόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα. 34] Ovid. Met. II, 844. (de Europa). littora ubi magni filia regis | ludere virginibus Tyriis comitata solebat.
ἥτέ οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ ̓ Εὐρωπείῃ μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον. ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα. ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ιναχὶς Ἰώ, εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ ̓ οὐκ εἶχε γυναίην. φοιταλέη δὲ πόδεσσιν ἐφ ̓ ἁλμυρὰ βαῖνε κέλευθα, νηχομένῃ ἰκέλη· κυάνου δ ̓ ἐτέτυκτο θάλασσα. δοιοῦ δ ̓ ἕστασαν ὑψοῦ ἐπ ̓ ὀφρύος αἰγιαλοῖο φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν. ἐν δ ̓ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί πόρτιος Ἰναχίης, τὴν δ ̓ ἑπταπόρῳ παρὰ Νείλῳ ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ ̓ ἄρα πόρτις χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς. ἀμφὶ δὲ δηνήεντος ὑπὸ στεφάνην ταλάροιο Ερμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο ̓́Αργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δὲ φοινήεντος ἀφ ̓ αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, τάρσ ̓ ὃς ἀναπλώσας ὡσείτέ τις ὠκύαλος νηῦς χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσοῖς. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
¢
Αἳ δ ̓ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
41. Fort. ἀμόμφῳ. 42. Τηλεφάασσα] f. 9. Bs., —φάεσσα vulg.
44. ἴναχις Bs., Ινάχου s. Ald.
Call.
45. γυναίην] 9. Bs., γυναικός vulg.
46. φοίτα δ ̓ ἥδε Ald. Call., φοῖς τα αΐδε s., fort. φοιταλέοις.
47. ἱκελὴ Antt. ante Steph. κυάνου] coni. Meinekius, κυανὴ 9. Ald., κυανῆ vulg.
48. δοιοῦ] Herm., δοιοὶ vulg. ἔστασαν Antt. ante Steph. ὀφρύϊ s. 50. Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσί] f. 9. Bs. (hic χερσίν), Ζεὺς ἐπαφώμενος ἠρέμα χειρὶ θεείῃ vulg, ἡρέμα Antt.
ante Mor.
IMITT. 51] Nonn. III, 369. VIII, 365. Ιναχίη δαμάλη.
51. Ιναχίης, τὴν] Piersonus, εἰναλίης τὴν (f.) Bs. Iunt., εἰναλύης τὴν 9., εἶναι ληϊστὴν s. Αld., ἐς καλλίστην Call. – δ’] 9. Bs. Call., δι' s. Aid., om. Iunt. vulg.
54. χαλκείη] 9. Bs. Vd., χαλκεία vulg. ante Wint.
55. δηνήεντος] δινήεντος vulg. στεφάνοις 9. Bs.
56. πέλας· πέλας pro simplici πέλας Antt. ante Cam.
60. τάρσ ̓ ὃς] ταρσὸν vulg., fort. ὃς πτέρ ̓. — ὠκύλος Bs., ὤκυλος 9. 61. χρυσείου] f. Iunt., χρυσίου 9. Bs., χρουσοίου s., χρυσοῖο Ald. Call.
63. ἐς ἀνθεμόεντας ἵκανον] f., ἐπ ̓ ἀνθ— ἵκανον 9. Bs., ἐσήλύθον ἀνθεμόεντας vulg.
« ForrigeFortsæt » |