Billeder på siden
PDF
ePub

40

45

50

55

2

πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ ̓ ἀνδρῶν.66 40
Ὣς φάθ ̓. ὃ δ ̓ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
δαιδάλεον δ ̓ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνω περὶ πασσάλῳ αἰὲν ἄωρτο.
ἤτοι ὅγ ̓ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
κουφίζων ἑτέρᾳ κολεόν, μεγαλώνυμον ἔργον.
ἀμφιλαφὴς δ ̓ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας
δμῶας δὴ τότ ̓ ἄϋσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
„οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ ̓ ἐσχαρεῶνος ἑλόντες,
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ ̓ ὀχῆας.“

(Desunt complura.)

„ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀϋτεῖ.“
Η ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχοισα.
οἱ δ ̓ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
ἤτοι ἄρ ̓ ὡς εἴδοντ ̓ ἐπιτίτθιον Ἡρακλῆα

ρ

θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
συμπλήγδην ἰάχησαν· ὃ δ ̓ ἐς πατέρ' ̓Αμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ ̓ ὑψόθι χαίρων
κωροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.

[merged small][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small]

66

45

50

51

55

[blocks in formation]

60

65

70

75

80

̓Αλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ιφικλῆα·
̓Αμφιτρύων δὲ τὸν ἄλλον ὑπ ̓ ἀμνείαν θέτο χλαῖναν
παῖδα, πάλιν δ ̓ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
̓Αλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
ἠνώγει. „μηδ ̓ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενος σύ με κρύπτε· καὶ ὡς οὐκ ἔστιν ἀλύξαι
ἀνθρώποις, ὅτι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
ἀλλ ̓ Εὐηρείδα, μάλα τί φρονέοντα διδάσκω;“

Τόσσ ̓ ἔλεγεν βασίλεια· ὃ δ ̓ ἀνταμείβετο τοίοις·
„θάρσει ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα.
θάρσει· μελλόντων δὲ τὸ λώϊον ἐν φρεσὶ θέσθαι.
ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, 73
πολλαὶ ̓Αχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
̓Αλκμήναν ὀνομαστί, σέβας δ ̓ ἔσῃ Αργείαισι.
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκῆν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ·
γαμβρὸς δ ̓ ἀθανάτων κεκλήσεται, οἳ τάδ ̓ ἐπῶρσαν

Ĉ

[merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][ocr errors]

60

65

70

72

Iunt., μάντιν 11. εὐηρίδα c., εὐκρείδα D. pr. Call., ἐϋκρείδα D. corr. τί] ηι 111, σε vulg. φρονέοντι 11b.

72, τόσσ'] 11., τῶς D., τὼς vulg. - τοίοις] coni. Briggsius, τοίως Db. mg. vulg., τοίος 111, τοῖος 11b. D. 74. θέσθαι] Db., om. c. 11. D. Versus deest in Iunt. Call.

75

80

76. νῆμα] Cam., νείμα Call., νᾶμα c. 11. D. Iunt.

77. κατατρίψοντι] c. 11. D. Call, κατατρέψοντι Iunt., καταστρέψοντι Steph.

82. οἰκῆν] Comm. vulg., οἰκῇν Iunt., οἰκεῖν Call., οἰκῆς c?. 111. b. D. 83. μόχθους] D. vulg., μόχθοις μάντι’111b, μόχθος Iunt.

85

91

91

9.

κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. [ἔσται δὴ τοῦτ ̓ ἦμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.] ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῶ εὔτυχον ἔστω, κάγκανα δ ̓ ἀσπαλάθω ξύλ ̓ ἑτοιμάσατ ̓ ἢ παλιούρω ἢ βάτω ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· κατε δὲ τῶδ ̓ ἀγρίῃσιν ἐπὶ σχίζῃσι δράκοντε νυκτὶ μέσᾳ, ὅκα παῖδα κανῆν τεὸν ἤθελον αὐτοί. ἦρι δὲ συλλέξαισα κόνιν πυρὸς ἀμφιπόλων τις ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα 95 ῥωγάδας ῢς πέτρας ὑπερούριον, ἂψ δὲ νεέσθω ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ πρᾶτον, ἔπειτα δ ̓ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, 95 θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· Ζηνὶ δ ̓ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.

S

9

66

Φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς. Ἡρακλέης δ ̓ ὑπὸ ματρὶ νέον φυτὸν ὡς ἐν ἀλωᾷ ἐτρέφετ ̓ ̓Αργείου κεκλημένος ̓Αμφιτρύωνος. γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, υἱὸς ̓Απόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,

90

100

105

86. νεκρὸν D., νευρὸν Db. mg. Versus 86. 87. ab hoc loco alienos esse intellexit Dahlius.

88. σποδῶ] Iunt. Call,

σποδῷ D. sup. ead. Steph. vulg., σποδόν c? D. pr. εὔτυκον] D, mg. Iunt. vulg., εύτεκνον D., εὖτυκτον c? Call. In Call. versui asteriscus additur.

91. τῶδ ̓ ] D., τώδ ̓ vulg. ἀγρίῃσιν] Cam., ἀγρίησιν Call, ἀγρίαισιν c. D. Iunt. σχίζῃσι] Cam., σχίζησι c. D. Call., σχίξῃσι Iunt. — δράκοντε] Db. mg. vulg., δράκοντες D. pr., δράκοντας D.

sup.

92. κανῇν Iunt. 93. συλλέξαισα] D. pr. AgA. Iunt. Call., συλλέξασα D. corr. rec. Cam. vulg.

90

-

[ocr errors]

85

90

100

[merged small][merged small][ocr errors][merged small][merged small]

αἶνος

TESTIMM. 105. 106. Ann. Oxx. IV. 310, 16. γράμματα ἐξεδίδαξαν s. n. Eustath. 1163. extr. Θ. ἱστορήσας, ὅτι τὸν Ἡρακλέα γράμματα Λίνος ἐξεδίδαξεν υἱὸς Απόλλωνος.

τόξον δ ̓ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστόν Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις. αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε 110 πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας Εὔμολπος. ὅσσα δ ̓ ἀπὸ σκελέων ἑδροστρόφοι ̓Αργόθεν ἄνδρες ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ ̓ εἰς γαῖαν προπεσόντες πάμμαχοι ἐξεύροντο παλαίσματα σύμφορα τέχνᾳ, πάντ ̓ ἔμαθ ̓ Ἑρμείαο διδασκόμενος παρὰ παιδί Αὐτολύκῳ Φανοτῆι, τὸν οὐδ ̓ ἂν τηλόθε λεύσσων θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ ̓ ἐν ἀγῶνι· τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ. ἵππους δ ̓ ἐξελάσασθαι ὑφ ̓ ἅρματι, καὶ περὶ νύσσαν 120 ἀσφαλέως κάμπτοντα τροχῶ σύριγγα φυλάξαι, ̓Αμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν

αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξ ἤρατ ̓ ἀγώνων ̓́Αργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς δίφροι, ἐφ ̓ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας. 125 ο δούρατι δὲ προβολαίῳ ὑπ ̓ ἀσπίδι νῶτον ἔχοντα ἀνδρὸς ὀρέξασθαι ξιφέων τ ̓ ἀνέχεσθαι ἀμυχμόν, κοσμῆσαί τε φάλαγγα λόχον τ ̓ ἀναμετρήσασθαι δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι

115

[merged small][merged small][merged small][merged small][ocr errors]

105

[ocr errors]

110

115

marg.
Nescio an potius σοφί-
σματα scriptum fuerit.

116. Αὐτολύκῳ] coni. Heynius, ̔Αρπαλύκῳ vulg. – Φανοτῆι] c c. Dc Iunt., Φανοπῆι D. Call., Πα νοπῆι coni. Kiesslingius. τὸν δ ̓ c? – τηλόθε] τηλόθι vulg. 120. τροχῶ] (c.) D. Iunt. Call. 121. ἐδίδαξεν] c. D., ἐδίδασκεν Dc. Iunt. Call.

c2.

120

125

122. ἐξ ἤρατ] ἐξήρατ ̓ D. Call. vulg., ἐξῄρατ ̓ Iunt.

125. Potius κωλον ἔχοντα.

TESTIMM. 107. Eustath. 299, 13. Θ. Εὔρυτον διδάσκαλον τοῦ τοξεύειν Ηρακλεῖ ἱστορεῖ. 120. Eustath. 1189, 46. de vocis σύριγξ significationibus: σύριγξ ποιμενική, ἔτι δὲ καὶ ποδὸς ἕλκος, ὡς Θεόκρι τος, καὶ ἐκ πόλεως κρυπτὸς ὑπόνομος κατάγων εἰς ὕδωρ καὶ σύριγξ δουρατοδόχος, ubi ante ὡς Θ. excidisse videntur: καὶ τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος. cf. Suid.

130

135

9

̓́Ακτωρ Ιππασίδας δέδαεν, φυγὰς ̓́Αργεος ἐνθών,
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεύς
ναῖε παρ' ̓Αδρήστοιο λαβὼν ἱππήλατον ̓́Αργος.
̓́Ακτορι δ ̓ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστής
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.

Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. εὐνὰ δ ̓ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρός δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τ ̓ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπ ̓ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. 140 εἵματα δ ̓ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἔννυτο κνάμας. (Desunt reliqua.)

[merged small][ocr errors][merged small][merged small][merged small]
[ocr errors]

130

πνον τε c. D. Iunt., δεῖπνόν τε
Call.
139. Versui in Call. asteriscus prae-
fixus.

140. vv v to] Schaef, et tac. Ziegl.,
ἔννυτο De Iunt. Call., ὑπεραίνυτο
c2. κνάμας] c. De Iunt., κνή-
μας Call.
Versus in D. pr. omis-
sus a Dc. additus est.

In Iunt.

ἀτελές adiectum, in Call. λείπει τὸ τέλος τοῦ παρόντος εἰδυλλίου καὶ ἡ ἀρχὴ τοῦ ἑπομένου· ὅπερ ἐξανύει ἐπιγράφεσθαι ἡρακλῆς λεοντοφόνος. Reliqua pars paginae vacua cum tota sequente; in tertia sequentis idyllii titulus legitur, vid. ad Inc. IX. De D. vid. Prolegg.

[ocr errors]

135

TESTIMM. 137. 138. Scholl. Apoll. I, 1077. εὐτελεῖς ἄρτους, οὓς

ὁ Θεόκριτος Δωρικούς φησιν.

« ForrigeFortsæt »