Billeder på siden
PDF
ePub

MOSCHI SICELIOTAE

RELIQUIAE.

MOSCHI RELIQUIAE.

5

10

15

Ι.

Ε ύ ρ ώ π η.

Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἡκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ ̓ ἐώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων.
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατ ̓ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,

"

"

Ασίδα τ' ἀντιπέρην τε φυὴν δ ̓ ἔχον οἷα γυναῖκες.
τῶν δ ̓ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ ̓ ἄρ ̓ ἐῴκει
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δ ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
ἡ δ ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
ἐκ Διὸς αιγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
ἣ δ ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δ ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δέ

I. Libri: a) solius Europae f. 9. Bs. (Vs. 24—142.), b) Moscheus B., c) Theocritei: Ald. Iunt. Call.

Εὐρώπη] ε. Antt., Μόσχου Σικελιώτου Εὐρώπη s". August., τοῦ αὐτοῦ Μόσχου Σικελιώτου Εὐρώπη ἡ παρὰ Διὸς ἁρπαγεῖσα Vd., Θεοκρίτου r. mg. Im. mg. Moscho tribuit f., cf. ad Vs. [162.] 1. ήλθεν θ.

2. τρίτατον] Iunt. Call., τρίτον f. 9. s. Ald.

6. ἐνὶ κνώσσουσα] Ald. Call., ἐνικν— Iunt, vulg.

5

10

15

[merged small][merged small][merged small][merged small][ocr errors][merged small]

20

25

30

35

40

εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν·

Τίς μοι τοιάδε φάσματ ̓ ἐπουρανίων προΐηλεν;
ποιοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι ;
τίς δ ̓ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;

ὥς μ ̓ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτή
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
ἀλλά

66

μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
Ὣς εἰποῦσ ̓ ἀνόρουσε, φίλας δ ̓ ἐπεδίζεθ ̓ ἑταίρας
ἥλικας οιέτεας θυμήρεας εὐπατερείας,

τῇσιν ἀεὶ συνάθυρεν, ὅτ ̓ ἐς χορὸν ἐντύναιτο,
ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,

η

ἢ ὁπότ ̓ ἐκ λειμῶνος ἐΰπνοα λείρι ̓ ἀμέργοι.

η

αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ ̓ ἐν χερσὶν ἑκάστη
ἀνοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
ἀγχιάλους, ὅθι τ' αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
θηητὸν μάλα θαῦμα, μέγαν πόνον Ηφαίστοιο,
ὃν Λιβύῃ πόρε δῶρον, ὅτ ̓ ἐς λέχος Εννοσιγαίου
ἤιεν· ἡ δὲ πόρεν περικαλλέι Τηλεφαάσση,

[blocks in formation]
[blocks in formation]

προχοαῖς Ald., προχοαίσιν vulg. ἀναύρων] f. 9. Bs. s. Iunt., ἀνάρων Αld., ἀναύρω Call.

32. λείρι ̓ ἀμέργοι] coni. Meinekius, λείρι ̓ ἀμέρσοι n. Bs. s., λείρια μέρσοι f., λείρι ̓ ἀκέρσοι 9. (?), λείρια κέρσοι Antt.

33. a] ai f. 9. Bs. s., ty Ald., ταὶ Iunt. Call.

34. δ ̓ αὖ pro δὲ 9. Bs. 37. αὕτη 9., αὔτη Ald. 38. θητὸν μάλα] scripsi praeeunte Vossii interpretatione lichen Wundergebildes", θηητόν, μέ γα vulg.

herr

40. Τηλεφαάσσῃ ] Bs., -φαάσση f. 9., -φαέσσῃ vulg.

IMITT. 28 seqq.] Lucian. Dial. Mar. 15. ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ᾖόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα. 34] Ovid. Met. II, 844. (de Europa). littora ubi magni filia regis | ludere virginibus Tyriis comitata solebat.

« ForrigeFortsæt »